Λαμπρίας Τρύφῃ. ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν. ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ ʽοὐ γὰρ ὀρθῶς λέγὠ ἀφανής ἐστι νῦν ἔτι πλέον. σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν. ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ. Τρύφη Λαμπρία. Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς. ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον. πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας; πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα; εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλʼ ᾔσθοντο αὐτοῦ. σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος. ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ. Καλλιππίδης Κνήμωνι. ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται. σὺ δὲ οὐκ οἶδʼ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος. βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος. ἀλλʼ, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς. ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου. Κνήμων Καλλιππίδῃ. ἔδει μὲν μηδὲν ἀποκρίνασθαι· ἐπεὶ δὲ εἶ περίεργος καὶ βιάζῃ με ἄκοντά σοι προδιαλέγεσθαι, τοῦτο γοῦν κεκέρδαγκα τὸ διʼ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε. ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη. ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος. ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις. μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι. ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους· οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δʼ ἂν εἰργασάμην τοῦτο πρῶτον. τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα; ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν. σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα. τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος; Καλλιππίδης Κνήμωνι. σὺ μὲν τῶν ἀποφράδων διαφέρεις οὐδὲν οὕτως ἄγριος ὢν καὶ μονήρης τὸν τρόπον, δεῖ δέ σε ὅμως καὶ μὴ βουλόμενον ἥμερον ἡμῖν γενέσθαι αἰδοῖ καὶ ταῦτα γειτνιάσεως καὶ θεῶν ὁρίων τιμῇ, οἵπερ οὖν εἰσι κοινοί. θύω τοίνυν τῷ Πανὶ καὶ Φυλασίων τοὺς μάλιστα ἐπιτηδείους ἐς τὴν ἱερουργίαν παρακαλῶ. ἐν δὴ τούτοις καὶ σὲ ἀφικέσθαι βουλοίμην ἄν· σὺ δὲ καὶ ἐμπιὼν καὶ κοινωνήσας σπονδῶν ἔσῃ τι καὶ πραότερος. ὁ γάρ τοι Διόνυσος φιλεῖ τὰς μὲν ὀργὰς μαραίνειν τε καὶ κατακοιμίζειν, τὰς δὲ εὐφροσύνας ἐγείρειν· ἔσται δέ σοι ὁ αὐτὸς οὗτος θεὸς καὶ Παιών, καὶ ἀπολύσει σε τῆς ἀκράτου χολῆς, οἴνῳ σβέσας τὸ τοῦ θυμοῦ ὑπέκκαυμα. καὶ αὐλητρίδος δὲ ἀκούσας ἴσως, ὦ Κνήμων, καὶ ἐς ᾠδὴν ἐμπεσὼν καὶ ἐς μέλος ὑπολισθὼν ἕξεις τι καὶ γαληνὸν ἐν τῇ ψυχῇ· οὐ χεῖρον δʼ ἂν εἴη οἰνωμένον σε καὶ μασχάλην ἆραι. εἰ δέ που καὶ μεθύων κόρῃ περιπέσοις ἅβραν ἀνακαλούσῃ ἢ τὴν τίτθην ὑπολειφθεῖσαν εὑρεῖν πειρωμένῃ, τάχα πού τι καὶ θερμὸν δράσεις καὶ νεανικὸν ἔργον. οὐδὲν ἂν ἀπεοικὸς εἴη καὶ τοιοῦτό τι πραχθῆναι ἐν τῇ τοῦ Πανὸς θυσίᾳ· καὶ γάρ τοι κἀκεῖνος ἐρωτικὸς εὖ μάλα καὶ οἷος ἐπανίστασθαι παρθένοις. λῦσον δὲ καὶ τὴν ὀφρύν, καὶ τὸ σκυθρωπὸν τοῦτο καὶ σύννεφες χάλασον εὐθυμίᾳ. φίλου ταῦτα παραίνεσις νοοῦντός σοι ἀγαθά.