Εὐθυκομίδης Βλεπαίῳ. Διαψύχοντί μοι πρὸς τὴν εἵλην τοὺς βότρυς ἡ μανία προσελθοῦσα ἐθρύπτετο καὶ ὡραϊζομένη πολλοῖς ἔβαλλε τοῖς σκώμμασιν. ἐγὼ δὲ παλαιὸν δή τι ἐπιτεθυμμένος αὐτῆς διενοούμην τι δρᾶσαι θερμόν. ὡς οὖν ἄσμενος ἐλαβόμην, πλησιάσας τὰς μὲν ῥᾶγας εἴασα, ἐφερπύσας δὲ καὶ μάλα ἀσμένως τῆς ὥρας ἐτρύγησα. ταῦτά σοι πρὸς τοῦ Πανὸς μυστήρια τὰ μεγάλα ἔστω. Κωμαρχίδης Δρωπαίῳ. ἡμέρων ὁ μαλακὸς φελλεῖ ἐπέκοψε τὸ σκέλος πάνυ ἰσχυρῶς, καὶ θέρμη ἐπέλαβεν αὐτοῦ, καὶ βουβὼν ἐπήρθη. βουλοίμην δʼ ἂν αὐτὸν ἀναρρωσθῆναι ἤ μοι μεδίμνους ἰσχάδων ὑπάρξαι τέτταρας. τὴν οἶν τὴν τὰ μαλακὰ ἔρια, ἣν ἐπαινῶ πρὸς σέ, παρʼ ἐμοῦ πρόσειπε καὶ τὼ βοϊδίω καὶ τὴν κύνα, καὶ τὴν Μανίαν καὶ αὐτὴν χαίρειν κέλευε. Εὐπειθίδης Τιμωνίδῃ. ἀδικεῖ με ἡ παρὰ σοὶ Σηκύλη παραιρουμένη τῶν δραγμάτων καὶ παρακλέπτουσα. ἐὰν μὲν οὖν παύσηται, καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης. καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπʼ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου. Ἀνθεμίων Δράκητι. τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν; ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας. εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον. Βαίτων Ἀνθεμίωνι. τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες· ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ· αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον; δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο καὶ τοῦτο· ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας. εἶτα εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.