ἐπίτριτος δὲ λέγεται ἀριθμὸς ὁ ἐξ ὅλου τινὸς ἀριθμοῦ συνεστηκὼς καὶ ἐκ τοῦ τρίτου μέ- ρους ἐκείνου, ὡς ἔχει ὁ ὀκτὼ πρὸς τὸν ἕξ καὶ γὰρ αὐτὸν § 4 ∼ M VII 99 || 5 ∼ M VII 100 || 6 ∼ M VII 95–96 || 7 ∼ M VII 96 1 πηγήν τε G: conieoi cl. p. 210, (Bekk.) || 4 ἐπαρκέσει G: corr. Bekk. || 11 τὸν στιγμῆς VC || 13 et 15 γὰρ ποῦ G: corr. Bury: trad. daf. Theiler || 15 〈〉 cl. p. 210, 30 (Bekk.) Bury sec. Bekk. || 20 τε- τάρτω G: τέσσαρα Bekk.: trad. def. Mette τὸν ἓξ περιέσχηκε καὶ τὸ τρίτον αὐτοῦ, τουτέστι τὴν δυά- δα. ἡμιόλιος δὲ καλεῖται, ὅταν περιέχῃ ἀριθμὸς ἀριθμὸν καὶ τὸ ἥμισυ ἐκείνου, ὡς ἔχει ὁ ἐννέα πρὸς τὸν ἕξ· συν- έστηκε γὰρ ἐκ τοῦ ἓξ καὶ ἐκ τοῦ ἡμίσεος αὐτοῦ, τουτέστι τῶν τριῶν. διπλασίων δέ προσαγορεύεται ὁ δυσὶν ἀριθμοῖς 〈ἴσοις〉 ἴσος, ὡς ὁ τέσσαρα πρὸς τὸν δύο δὶς γὰρ τὸν αὐτὸν περιέσχηκεν. ἀλλὰ γὰρ τούτων οὕτως ἐχόντων, καὶ κατὰ τὴν ἀρχῆθεν ὑπόθεσιν τεσσάρων ὄντων ἀριθμῶν, τοῦ τε ἑνὸς καὶ δύο καὶ τρία καὶ τέσσαρα, ἐν οἷς ἐλέγο- μεν καὶ τὴν τῆς ψυχῆς ἰδέαν περιέχεσθαι κατὰ τὸν ἐν- αρμόνιον λόγον, ὁ μὲν τέσσαρα τοῦ δύο καὶ ὁ δύο τῆς μονάδος ἐστὶ διπλασίων, ἐν ᾧ ἔκειτο ἡ διὰ πασῶν συμ- φωνία, ὁ δὲ τρία τοῦ δύο ἡμιόλιος (καὶ γὰρ αὐτὸν τὸν δύο περιέσχηκε καὶ τὸ ἥμισυ τούτου, ὅθεν καὶ τὴν διὰ πέντε συμφωνίαν ὑποβάλλειν), ὁ δὲ τέσσαρα τοῦ τρία ἐπίτριτος, ὑπέκειτο δὲ καὶ ἐν τούτῳ ἡ διὰ τεσσάρων συμ- φωνία. ὥστε εἰκότως τὸν ‘τέταρτον ἀριθμὸν’ παρὰ τοῖς Πυθαγορικοῖς εἰρῆσθαι πηγὴν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν. Ἀλλʼ ὅτι μὲν πολλὴν δύναμιν ἀπένεμον τοῖς ἀριθμοῖς, ἐκ τούτων συμφανές ὑποδειγματικώτερον εἰρημέ|νων· πο- λὺς γὰρ ὁ περὶ ἀριθμῶν παρʼ αὐτοῖς ἐστὶ λόγος, ὃν ἐάσαν- τες τὰ νῦν μηκύνειν ἁπτώμεθα τῆς ἀντιρρήσεως, τὴν ἀρχὴν τῶν λόγων ἀπὸ μονάδος ποιησάμενοι, ἥτις ἀρχὴ παντὸς ἀριθμοῦ καθέστηκε καὶ ἧς ἀναιρουμένης οὐδʼ ἔστιν ἀριθμός. Τὴν τοῦ ἑνὸς τοίνυν νόησιν διατυπῶν ἡμῖν πυθαγορι- κώτερον ὁ Πλάτων φησὶν ‘ἕν ἐστιν οὗ μηδὲν χωρίς λέ- γεται ἕν’ ἢ ‘οὗ μετοχῇ ἕκαστον ἕν τε καὶ πολλὰ λέγε- § 8–9 ∼ M VII 97–98 || 10 cf. M X 284 || 11 ∼ M X 284–285 | Πυθαγορικώτερον cf. Diog. Laert. III 8 | φησὶν cf. PIat. Parm. 129 B 5sqq. cf. etiam Eucl. el. VII dei. 1 4 ἐκ τῶν ἓξ ζ | ἡμίσους ELVr || 6 ἴσοις suppl. dub. Bury 11 τέταρτος τοῦ δευτέρου καὶ ὁ δεύτερος LVr: δ τοῦ β καὶ ὁ β cett. || 13 ὅ τε τρία G: corr. Bekk. || 15 ὑπέβαλλεν Bekk.: ‘subiicit’ Herv. || 77 τέσσαρα G: corr, Mette || 18 ἀεννάου ζ || 29 οὖν ζ ται᾿. τὸ γὰρ φυτόν, εἰ τύχοι, καὶ τὸ ζῶον καὶ ὁ λίθος προσαγορεύεται μὲν ἕν, οὐκ ἔστι δὲ κατὰ τὸν ἴδιον λόγον ἕν, ἀλλʼ ἓν μετοχῇ ἑνὸς νοεῖται, τούτου μηδενὸς τούτων καθεστῶτος.