Καθόλου μὲν οὖν οἱ ἀπὸ τῶν μαθημάτων Πυθαγορι- κοὶ μεγάλην ἀπονέμουσι δύναμιν τοῖς ἀριθμοῖς ὡς τῆς τῶν ὅλων φύσεως κατ’ αὐτοὺς διοικουμένης. ὅθεν καὶ ἀεί ποτε ἐπεφώνουν τὸ (Simpl. in Arist. phys. p.1102,22 Diels) ἀριθμῷ δέ τε πάντʼ ἐπέοικεν, | ὀμνύοντες οὐ μόνον τὸν ἀριθμὸν ἀλλὰ καὶ τὸν ὑποδεί- ξαντα αὐτοῖς τοῦτον Πυθαγόραν ὡς θεὸν διὰ τὴν ἐν ἀριθ- μητικῇ δύναμιν, λέγοντες οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν. (B 15 Diels) τετρακτὺς δὲ προσηγορεύετο παῤ αὐτοῖς ὁ ἐκ τῶν πρώ- των 〈δ΄〉 ἀριθμῶν συγκείμενος ‘τέταρτος ἀριθμός’. ἓν γὰρ καὶ δύο καὶ τρία καὶ τέσσαρα δέκα γίνεται ὅς ἐστι τελειό- τατος ἀριθμός, ἐπείπερ ἐπʼ αὐτὸν φθάσαντες πάλιν ἀνα- λύομεν ἐπὶ τὴν μονάδα καὶ ἐξ ὑπαρχῆς ποιούμεθα τὰς § 2–3 ∼ M VII 94 cf. M X 248 5 τε om. ζ || 13 περὶ τετρακτύος τῶν πυθαγορείων marg. EL || 14 ἀριθμητικὴν LVr || 17 et p. 134, 1 ἀεννάου ζ || 17 πηγὴν G: corr. Kochalsky cl. M VII 94 cod. N | ῥιζώματʼ G: ῥίζωμα τʼ Herv. the source that holds the roots of everlasting nature Robbins CIP 15ʼ20, 310 || 16.19 τεσσάρων post πρώτων ins. Bekk. sec. Herv. || 19 〈δ΄〉 Mette [τέταρτος ELVr: τέσσαρα ζ; δέκα Bekk., quod for- tasse verum, si in archetypo nota Herodiana ∠ scripta erat; τέλειος ci. Harder cl. Arist. Metaph. 986a 8 ἀριθμήσεις. πηγὴν δὲ ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν εἰρήκασιν αὐτὸν διὰ τὸ κατ’ αὐτούς ἐν αὐτῷ τὸν λόγον τῆς ἁπόντων κεῖσθαι συστάσεως, οἷον εὐθέως τοῦ τε σώ- ματος καὶ τῆς ψυχῆς· ἀπαρκέσει γὰρ τούτων ὑποδειγ- ματικῶς μεμνῆσθαι. ἡ μὲν οὖν μονὰς ἀρχή τις ὑπόκει- ται τῆς τῶν ἄλλων ἀριθμῶν ἀπεργαστικὴ συστάσεως, ἡ δὲ δυὰς μήκους ἐστὶν ἀπεργαστική. καθάπερ γὰρ ἐπὶ τῶν γεωμετρικῶν ἀρχῶν (M III 19 sqq.) ὑπεδείξαμεν πρῶτον, τίς ἐστιν ἡ στιγμή, εἶτα μετ’ αὐτὴν ἡ γραμ- μὴ μῆκος ἀπλατές τυγχάνουσα, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος ἡ μὲν μονὰς τὸν τῆς στιγμῆς ἐπέχει λόγον, ἡ δὲ δυὰς τὸν τῆς γραμμῆς καὶ τοῦ μήκους· πσθὲν γάρ ποι ἐχώρησεν ἡ διάνοια ταύτην ἐννοουμένη, τοῦτο δʼ ἦν μῆκος. ἡ δὲ τριὰς ἐπὶ τοῦ πλάτους καὶ τῆς ἐπιφα- νείας ἐτέτακτο ποθὲν γάρ ποι 〈καὶ πάλιν ποι〉 ἐφέρετο ὁ νοῦς. καὶ προστιθεμένης τῇ κατὰ μῆκος διαστάσει τῆς κατὰ πλάτος διαστάσεως ἐπιφάνειανοεῖται. ἀλλὰ κἂν ἐπιθεωρήσῃ τις τῇ τριάδι τετάρτην μονάδα, τουτέστι τέταρτον ση- μεῖον, γίνεται πυραμίς, στερεὸν σῶμα καὶ σχῆμα· καὶ γὰρ μῆκος ἔχει καὶ πλάτος καὶ βάθος ὥστε ἐν τῷ ‘τε- τάρτῳʼ ἀριθμῷ τὸν τοῦ σώμα|τος περιέχεσθαι λόγον. καὶ μὴν καὶ τὸν τῆς ψυχῆς· ὡς γὰρ τὸν ὅλον κόσμον κατὰ ἁρμονίαν λέγουσι διοικεῖσθαι, οὕτω καὶ τὸ ζῷον ψυχοῦ- σθαι. δοκεῖ δὲ ἡ τέλειος ἁρμονία ἐν τρισὶ συμφωνίαις λαμβάνειν τὴν ὑπόστασιν, τῇ τε διὰ τεττάρων καὶ τῇ διὰ πέντε καὶ τῇ διὰ πασῶν. ἡ μὲν οὖν διὰ τεσσάρων ἐν ἐπιτρίτῳ κεῖται λόγῳ, ἡ δέ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δέ διὰ πασῶν ἐν διπλασίονι.