<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="section" n="12"><p rend="merge">οὔτε γὰρ φυτὸν οὔτε ζῷον οὔτε λίθος οὔτε
<lb n="5"/> ἄλλο τι τῶν ἀριθμητῶν τὸ ὄντως ἕν ἐστιν. εἰ γὰρ φυτόν
ἐστιν ἢ ζῷον τὸ ἕν, πάντως ὃ μὴ φυτόν ἐστι μηδὲ ζῷον
οὐ ῥηθήσεται ἕν λέγεται δὲ καὶ φυτὸν ἓν καὶ ζῷον καὶ <lb n="15"/>
  ἄλλα μυρία· </p></div><div type="textpart" subtype="section" n="13"><p rend="merge">οὐδὲν ἄρα τῶν ἀριθμητῶν ἐστι 〈τὸ〉 ἕν, τὸ
δὲ οὗ ἕκαστον 〈μετέχον ἕν τε καὶ πολλὰ γίνεται·〉 ἓν μὲν
<lb n="10"/> καθʼ ἑαυτὸ ἕκαστον, πολλὰ δέ ἀθροισμῷ [μετέχον, ἕν
τε και πολλά γίνεται] τῶν καθʼ ἕκαστον. ὅπερ πάλιν
πλῆθος οὐδέν ἐστι τῶν πολλῶν, οἷον φυτῶν ζῴων <lb n="20"/>
λίθων κατὰ μετοχὴν μὲν γὰρ ἐκείνου ταῦτα λέγεται
 πολλά, αὐτὸ δὲ οὔκ ἐστιν ἐν τούτοις. </p></div><div type="textpart" subtype="section" n="14"><p rend="merge">πλὴν τοιαύτη μὲν
<lb n="15"/> ἡ τοῦ ἑνὸς ἰδέα νοεῖται τοῖς περὶ τὸν Πλάτωνα· ἐπισυν-
άπτοντες δὲ ἡμεῖς λεγωμεν. ἤτοι ἑτέρα τῶν κατὰ μέρος
ἀριθμητῶν ἐστιν ἡ τοῦ ἑνὸς ἰδέα, ἢ σύν ἐκείνοις τοῖς <lb n="25"/>
μετέχουσιν αὐτῆς νοεῖται. ἀλλὰ καθ αὑτὴν μέν 〈οὐχ
ὑφέστηκεν, εἴγε〉 παρὰ τὸ κατὰ μέρος ἀριθμητὰ οὐδὲν
<lb n="20"/> νοεῖται ἓν ὑποκείμενον. λείπεται ἄρα ἐν ἐκείνοις τοῖς μετ-
 έχουσιν αὐτοῦ νοεῖσθαι, ὃ πάλιν τῶν ἀπόρων. </p></div><div type="textpart" subtype="section" n="15"><p rend="merge">τὸ γὰρ
ἀριθμητὸν ξύλον εἰ μετοχῇ μονάδος ἐστὶν ἕν, ὃ μή ἐστι
ξύλον οὐ λεχθήσεται ἕν λέγεται δέ γε, ὡς ἀνώτερον <lb n="30"/>
(v. 7) ὑποδέδεικται οὐκ ἄρα ἐστὶν ἡ μονὰς ἧς μετοχῇ
<lb n="25"/> ἓκαστον τῶν κατὰ μέρος ἀριθμητῶν μονὰς προσαγορεύε-
 ται. </p></div><div type="textpart" subtype="section" n="16"><p rend="merge">εἶτα τὸ πολλοῖς μετε|χόμενον πολλά ἐστι καὶ οὐχ <lb n="725"/>
ἕν, τὰ δὲ ἀριθμητὰ πολλά τέ ἐστι καὶ ἄπειρα· οὐκ ἄρα
μετοχῇ τῆς μονάδος ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν.
 </p></div></div></div></body></text></TEI>