<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="88"><p rend="merge">καὶ εἰ μὲν μένει ἡ ἀρχῆ- <lb n="20"/>
<lb n="21"/> θεν αὐτῶν φύσις, ἐπεὶ ἀσώματά ἐστιν, οὐδὲ διάφορον
ποιήσει σῶμα, ἀλλὰ καὶ μετὰ τὴν σύνοδον ἀσώματα με-
 νεῖ, τὴν φύσιν ὄντα ἀσώματα. </p></div><div type="textpart" subtype="section" n="89"><p rend="merge">εἰ δὲ συνελθόντα μετα-
βάλλει εἰς τὴν σωματότητα, ἐπεὶ τὸ ἐπιδεχόμενον μετα-
<lb n="25"/> βολὴν εὐθέως ἐστὶ σῶμα, ἕκαστον τούτων καὶ πρὶν τῆς
εἰς ταὐτὸ συνόδου ἔσται σῶμα, οὕτω τε καὶ τὸ ἀσώμα- <lb n="25"/>
τον γενήσεται σῶμα. ὥσπερ τε τὸ σῶμα μεταβάλλον ἄλ-
λην μὲν ἀντʼ ἄλλης ἔχει ποιότητα, μένει δὲ οὐδὲν ἧσσον
σῶμα, οἷον τὸ λευκόν, ἵνα μέλαν γένηται, καὶ τὸ γλυκύ,
<lb n="80"/> ἵνα πικρόν, καὶ ὁ οἶνος, ἵνα ὄξος, καὶ ὁ μόλιβδος, ἵνα
<note type="footnote">§ 85 ~M IX 371 || 86 ~M IX 372 || 87 ~ M IX 373 || 88—90
~M IX 374– 375</note>
<note type="footnote">14 καὶ μῆκος καὶ πλάτος ζ || 16 τότε – 17 αὐτῶν om. E ||
18 μὲν add. Bekk. || 21 ἀσώματος G: corr. Bekk. || 26 ταὐτὸν
ELVr || 27 τε om. VC || 29 ὅτι τὸ σῶμα δέχεται μεταβολὴν μένει
δὲ οὐδὲν ἧττον σῶμα inf. marg. L
</note>

<pb n="127"/>
<lb n="715"/>
<lb n="30"/> ψιμμύθιον, καὶ ὁ χαλκός, ἵνα ἰός, ἄλλην μὲν ἀντʼ ἄλλης
ἀναδέχεται ποιότητα,</p></div><div type="textpart" subtype="section" n="90"><p rend="merge"> οὐκ ἐκβαίνει δὲ τοῦ σώματα εἶναι, 
<lb n="716"/> ἀλ|λὰ καὶ τὸ μέλαν, ὅτε ἐκ λευκοῦ γέγονε μέλαν, καὶ τὸ
πικρόν, ὅτε ἐκ τοῦ γλυκέος γέγονε πικρόν, καὶ τὸ ὄξος,
ὅτε ἐκ τοῦ οἴνου γέγονεν ὄξος, μένει σώματα, οὕτω καὶ <lb n="5"/>
ταῦτα, εἴπερ μεταβάλλει εἰς σώματα, ἄλλα μὲν ἀντʼ ἄλ-
<lb n="5"/> λων ἔσται σώματα, σώματα δὲ οὐδὲν ἧττον οὐ γὰρ
ἐκβήσεται τὴν ἰδίαν φύσιν. εἰ οὖν οὔτε πρὶν τῆς συνελεύ-
σεως τούτων ἔστι νοῆσαι τὸ σῶμα οὔτε μετὰ τὴν συν-
έλευσιν αὐτῶν, παρὰ δὲ ταῦτα οὐκ ἔστιν ἄλλως ἐπινοῆ- <lb n="10"/>
σαι, οὐδέν ἐστι σῶμα.</p></div><div type="textpart" subtype="section" n="91"><p rend="merge"> πρὸς δὲ τούτοις, εἰ μηδέν ἐστι 
<lb n="10"/> μῆκος μηδὲ πλάτος μηδὲ βάθος, οὐδὲ τὸ κατὰ μετουσίαν
τούτων νοούμενον ἔσται σῶμα οὐχὶ δέ γε μῆκος ἔστιν
οὐδέ πλάτος οὐδὲ βάθος, ὡς διὰ τῶν ἔμπροσθεν παρεμυ-
θησάμεθα οὐδὲ τὸ κατὰ μετουσίαν ἄρα τούτων νοούμε- <lb n="15"/>
νον ἔσται σῶμα.</p><lb n="15"/></div><div type="textpart" subtype="section" n="92"><p rend="merge"> Τὰς μὲν οὖν γεωμετρικὰς ἀρχὰς οὕτω συμβέβηκεν ἀν-
υποστάτους εἶναι τούτων δὲ ἀναιρουμένων οὐδὲ ἄλλο τι
γεωμετρικὸν θεώρημα συστῆναι δύναται. ὁποῖον γὰρ ἂν
ᾖ τοῦτο, γραμμικῶς ὀφείλει ἀποδείκνυσθαι, ἐδείξαμεν <lb n="20"/>
δὲ ἡμεῖς ὅτι οὐδέν ἐστιν ἡ γενικὴ γραμμή, ᾧ ἀκολουθεῖ
<lb n="20"/> μηδὲ τῶν ἐπʼ εἴδοὺς τινὰ ὑπάρχειν, ἐάν τε εὐθεῖάν τις
ταύτην ὑποτίθηται ἐάν τε κεκλασμένην ἐάν τε ἄλλως πως
ἔχουσαν.</p></div></div></div></body></text></TEI>