Σκοπῶμεν δὲ καὶ οὕτως· εἰ γὰρ σῶμά ἐστιν, ὥς φασιν οἱ γεωμέτραι, τὸ τὰς τρεῖς ἔχον διαστάσεις, μῆκος πλάτος βάθος, ἤτοι χωριστόν ἐστι τούτων τὸ σῶμα, ὥστε ἄλλο μὲν εἶναι τὸ σῶμα ἄλλο δὲ τὸ μῆκος τοῦ σώματος πλάτος τε καὶ βάθος, ἢ ὁ ἀθροισμὸς τούτων ἐστὶ τὸ σῶμα. ἀλλὰ χωρίζεσθαι μὲν τούτων τὸ σῶμα οὐ πιθανόν ἐστιν· ὅπου γὰρ μήτε μῆκός ἐστι μήτε πλάτος μήτε βάθος, ἐκεῖ οὐχ οἷόν τε νοῆσαι σῶμα· εἰ δὲ ὁ ἀθροισμὸς τούτων νοεῖται σῶμα καὶ ἄλλο παρὰ ταῦτα οὐδὲν ὑπάρχει, ἐξ ἀνάγκης, ἐπεὶ ἕκαστον τούτων ἀσώματόν ἐστι, καὶ ἡ κοινὴ τῶν ἀσωμάτων σύνοδος γενήσεται ἀσώματος. ὥσπερ γὰρ καὶ ἡ σύνθεσις τῶν στιγμῶν καὶ ἡ σύνοδος τῶν γραμμῶν ἀσωμάτων φύσει καθεστηκυιῶν οὐ ποιεῖ στερεὸν καὶ ἀντί- τυπον σῶμα, οὕτω καὶ ἡ τοῦ πλάτους καὶ ἡ τοῦ μήκους ἔτι δὲ καὶ ἡ τοῦ βάθους συνέλευσις ἀσώματος οὖσα οὐκ ἂν ποιήσαι στερεὸν καὶ ἀντίτυπον σῶμα. εἰ δὲ μήτε χωρὶς τούτων ἐστὶ τὸ σῶμα μήτε ταῦτʼ ἐστιν, ἀνεπινόητον, ὅσον ἐπὶ τοῖς γεωμέτραις, γίνεται τὸ σῶμα. § 82 ~ M IX 435 –436 || 83 cf. M IX 367– 369 || 84 ~M IX 369– 370 8 θίγειν G (ubique) || 12 συναπορεῖται Bekk. || 15. 16 μῆκος βά- θος καὶ πλάτος ζ || 24 καὶ post γὰρ om. Bekk. || 27 οὕτω 29 σῶμα om. VC Herv. || 29 στερρὸν ELVr Πρὸς τούτοις, εἴπερ μήκους καὶ πλάτους καὶ βά|θους σύνοδος ποιεῖ σῶμα, ἤτοι πρὶν τῆς συνόδου ἕκαστον τού- των νοεῖται περιέχον ἐν ἑαυτῷ τὴν σωματότητα καὶ τοὺς ὥσπερ σωματικοὺς λόγους, ἢ μετὰ τὴν τούτων συνέλευσιν ἐπισυνέστη τὸ σῶμα. καὶ εἰ μὲν ἕκαστον τούτων πρὶν τῆς συνόδου νοεῖται περιεκτικὸν τῆς σωματότητος, ἔσται τού- των ἕκαστον σῶμα καὶ οὐ μετὰ τὴν σύνοδον αὐτῶν ἐκεῖνο γενήσεται. εἶτʼ ἐπεὶ τὸ σῶμα οὐ μῆκος μόνον ἐστίν, οὐδὲ πλάτος κατ᾿ ἰδίαν, οὐδὲ βάθος κατὰ περιγραφήν, ἀλλʼ ὁμόσε τὰ τρία, καὶ μῆκος καὶ πλάτος καὶ βάθος, τούτων τε ἕκαστον περιεῖχε τὴν σωματότητα, ἕκαστον αὐτῶν ἕξει τὰ τρία, καὶ τὸ μῆκος οὐ μόνον ἔσται μῆκος ἀλλὰ καὶ πλάτος καὶ βάθος, καὶ τὸ πλάτος οὐ μόνον ἔσται πλάτος ἀλλὰ καὶ μῆκος καὶ βάθος, καὶ τὸ βάθος ὁμοίως ἔσται καὶ πλάτος καὶ μῆκος. ὅπερ τελέως ἐστὶν ἀλογώτατον. εἰ δὲ συνελθόντων τούτων τότε νοεῖται ἡ σύστασις τοῦ σώματος, ἤτοι συνελθόντων αὐτῶν μένει ἡ ἀρχῆθεν φύοις τοῦ 〈μὲν〉 μήκους ὡς μήκους, τοῦ δὲ πλά- τους ὡς πλάτους, τοῦ δὲ βάθους ὡς βάθους, ἢ μετα- βέβληκεν εἰς τὴν σωματότητα.