<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="8"><p rend="merge">ἤτοι ἰσχυρόν ἐστι καὶ βέβαιον πρὸς πίστιν τὸ ἐξ ὑπο-
θέσεως τι λαβεῖν ἢ ἄπιστόν τε καὶ ἀσθενές. ἀλλʼ εἰ μὲν
<lb n="20"/> ἰσχυρόν, καὶ τὸ ἀντικείμενον ἐξ ὑποθέσεως ληφθὲν πι-
στὸν γενήσεται καὶ βέβαιον, ὥστε θήσομεν τὰ μαχόμενα. <lb n="25"/>
εἰ δὲ ἐπὶ τοῦ τὸ ἐναντίον ἐξ ὑποθέσεως λαμβάνοντος χωρίς
ἀποδείξεως ἄπιστόν ἐστιν ἡ ὑπόθεσις, ἄπιστος γενήσεται
καὶ ἐπʼ ἐκείνου, ὥστε οὐδέτερον αὐτῶν θήσομεν. οὐ τοίνυν
 ληπτέον ἐστὶν ἐξ ὑποθέσεως τι. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="merge">καὶ μὴν τὸ ὑποτιθέμενον <lb n="30"/>
<lb n="26"/> πρᾶγμα ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον ὁποῖον αὐτὸ ὑπο-
τιθέμεθα ἢ ψεῦδος. ἀλλʼ εἰ μὲν ἀληθές ἐστι, μηδὲ αἰτώ-
μεθα αὐτό, εἰς πρᾶγμα ὑποψίας πλῆρες κατα |φεύγοντες, <lb n="699"/>
τὴν ὑπόθεσιν, ἀλλʼ αὐτόθεν λαμβάνωμεν, ἐπείπερ οὐθεὶς
<lb n="30"/> τἀληθῆ καὶ ὄντα ὑποτίθεται, καθάπερ οὐδὲ τὸ νῦν ἡμέραν
εἶναι ἢ ἐμέ διαλέγεσθαι καὶ ἀναπίνεῖν ἡ γὰρ περιφάνεια
<note type="footnote">§ 6 ὑπσθέσεως def. Proclus in Eucl. el. eomm. p. 76 Friedlein
8 cf. M VIII 370 || 9-10 ~ M VIII 371</note>
<note type="footnote">1.2.4. numeri α, β, γ in marg. L || 3 μέρει G: corr. Fabr. ||
5 ἀδιάληπτοί E || 2 [ ] delevi || 19 ἄπιστόν τι καὶ G: corr. Bekk. ||
23 ἡ om. LVr
</note>

<pb n="109"/>
<lb n="699"/>
<lb n="5"/> τούτων τῶν πραγμάτων αὐτόθεν βέβαιον ἔχει τὴν θέσιν
καὶ οὐ δισταζομένην τὴν ὑπόθεσιν. ὥστε εἰ ἀληθές ἐστι
τὸ πρᾶγμα, μηδὲ αἰτώμεθα αὐτὸ ὡς μὴ ὄν ἀληθές.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="merge"> εἰ δʼ 
οὔκ ἐστι τοιοῦτο ἀλλὰ ψεῦδος καθέστηκεν, οὐδὲν ὄφελος
ἀνακύψει ἐκ τῆς ὑποθέσεως· κἂν γὰρ μυριάκις αὐτὸ ὑπο- <lb n="5"/>
<lb n="10"/> τιθώμεθα, σαθροῖς, ὥς φασι, θεμελίοις [οὐκ ] ἀκολουθή-
σει τὸ συμπέρασμα τῆς ζητήσεως ἐξ ἀνυπάρκτων ὁρμω-
μένης ἀρχῶν.</p></div><div type="textpart" subtype="section" n="11"><p rend="merge"> οὐ μὴν ἀλλʼ εἴ τις οἷς ἄν ὑπσθῆται, τού- 
τοις τὰ ἀκολουθοῦντα πιστὰ τυγχάνειν ἀξιώσει, μήποτε
πᾶσαν ἀναιρεῖ ζήτησιν. εὐθέως γὰρ ὑποθήσεται ἕκαστος <lb n="10"/>
<lb n="15"/> ἡμῶν τὸ τὰ τρία τέσσαρα εἶναι, καὶ τούτου δοθέντος συν-
άξει ὅτι καὶ τὰ ἓξ ὀκτώ ἐστιν εἰ γὰρ τὰ τρία τέσσαρά
ἐστι, τὰ ἕξ ῥκτὼ γενήσεται ἀλλὰ μὴν τὰ τρία τέσσαρά
ἐστιν, ῾ος ἡ ὑπόθεσις δίδωσιν τὰ ἄρα ἕξ ὀκτώ ἐστιν.
πάλιν τε αἰτήσομεν ὅτι μένει τὸ κινούμενον,</p></div><div type="textpart" subtype="section" n="12"><p rend="merge"> καὶ συγχω- 
<lb n="20"/> ρηθέντος τοῦ πράγματος συνάξομεν ὅτι ἡ φλὀξ ἠρεμεῖ· εἰ <lb n="16"/>
γὰρ τὸ κινούμενον μένει, ἡ φλὸξ ἠρεμεῖ· τὸ δέ γε
κινούμενον μένει, 〈ὡς ἡ ὑπόθεσις δίδωσιν〉 ἡ ἄρα
φλὸξ ἠρεμεῖ. ἀλλʼ ὃν τρόπον οἱ γεωμέτραι ἀτόπους ἐροῦσιν
εἶναι ταύτας τὰς ὑποθέσεις (βέβαιον γὰρ εἶναι δεῖ τὸν <lb n="20"/>
θεμέλιον, ἵνα συνομολογηθῇ καὶ τὸ ἀκόλουθον), οὕτω καὶ
<lb n="25"/> ἡμεῖς πάντα τὰ ὑποθετικῶς αὐτοῖς λαμβανόμενα οὐ προσ-
ησόμεθα χωρὶς ἀποδείξεως.</p></div></div></div></body></text></TEI>