<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="63"><p rend="merge">οὐ μὴν ἀλλʼ εἴπερ αἱ
δύο γραμμαὶ μία γίνονται, δεήσει τὰ παρατιθέμενα ἀλλή-
λοις σώματα ἑνὶ ἄκρῳ ἐλάσσω εἶναι· γεγόνασι γὰρ αἱ δύο
μία, ἥτις ἓν ἔχειν ὀφείλει πέρας τε καὶ ἄκρον. οὐχὶ δέ γε <lb n="30"/>
<lb n="25"/> τὰ παρατιθέμενα ἀλλήλοις σώματα ἑνὶ ἄκρῳ γίνεται ἐλάσ-
σονα, ὥστε αἱ δύο γραμμαὶ οὐκ ἂν γένοιντο μία γραμμή.
 </p></div><div type="textpart" subtype="section" n="64"><p rend="merge"> εἰ δὲ παράλληλοι γίνονται δύο γραμμαὶ κατὰ παράθε- <lb n="710"/>
σιν δυοῖν σωμάτων, τὸ ἐκ τῶν δυοῖν γραμμῶν μεῖζον ἔσται
τῆς μιᾶς γραμμῆς. εἰ δὲ τὸ ἐκ τῶν δυοῖν γινόμενον γραμ-
<lb n="30"/> μῶν μεῖζόν ἐστι τῆς μιᾶς γραμμῆς, ἔχοι ἂν ἑκατέρα
αὐτῶν πλάτος, ὃ μεθʼ ἑτέρας μείζονα ποιεῖ τὴν διάστασιν, <lb n="5"/>
καὶ οὕτως οὐκ ἔστιν ἀπλατὲς μῆκος ἡ γραμμή. δυοῖν
<note type="footnote">§ 62 ~ M IX 416 || 63 ~ M IX 416 || 64 ~ M IX 417</note>
<note type="footnote">2 τῶν μὲν ci. Bekk.: τῶν δὲ G || 3. 4. 6. δυεῖν EL || 9 γενέσθαι VC ||
13 εἰ om. VC || 20 [] Harder | ἐφαίνοντο G: corr. dubitans Bekk. Bury ||
28.29.32 δυεῖν EL || 29 εἰ — 30 γραμμῆς om. ζ
</note>

<pb n="121"/>
<lb n="710"/>
οὖν θάτερον, ἢ ἀναιρεῖν δεῖ τὴν ἐνάργειαν, ἢ μενούσης
ταύτης ἀθετεῖν τὴν τῶν γεωμετρῶν ἐπίνοιαν, καθʼ ἣν
οἴονται τὴν γραμμὴν μῆκος ἀπλατὲς ὑπάρχειν.</p><lb n="10"/></div><div type="textpart" subtype="section" n="65"><p rend="merge"> Καὶ δὴ ταῦτα μὲν προηγουμένως ῥητέον ἐστὶν ἡμῖν
πρὸς τὰς τῆς γεωμετρίας ἀρχάς· μεταβάντες δὲ διδά- <lb n="5"/>
σκωμεν ὅτι καὶ κατὰ τὰς ἐκείνων αὐτῶν ὑποθέσεις οὐχ
οἷόν τε προβαίνειν τὴν ζήτησιν. ἀρέσκει τοίνυν αὐτοῖς τὴν
εὐθεῖαν γραμμήν, ὡς καὶ ἀνώτερον (112, 26) ἐλέγομεν,
<lb n="15"/> στρεφομένην πᾶσιν αὐτῆς τοῖς μέρεσι κύκλους γράφειν·
ᾧπερ θεωρήματι ὄντι συνεκτικωτάτῳ μαχόμενόν ἐστι τὸ <lb n="10"/>
τὴν γραμμὴν μῆκος ἀπλατὲς ὑπάρχειν.</p></div><div type="textpart" subtype="section" n="66"><p rend="merge"> ζητῶμεν δὲ τὸν 
τρόπον τοῦτον· εἰ γὰρ κατ᾿ αὐτοὺς πᾶν μέρος τῆς γραμ-
μῆς ἔχει σημεῖον, τὸ δὲ σημεῖον στρεφόμενον κύκλον
<lb n="20"/> γράφει, δεήσει κατ᾿ αὐτούς, ὅταν ἡ εὐθεῖα γραμμὴ στρε-
φομένη καὶ πᾶσι τοῖς ἑαυτῆς μέρεσι κυκλογραφοῦσα τὸ <lb n="15"/>
διάστημα καταμετρῇ 〈τὸ〉 τῆς ἀπὸ τοῦ κέντρου μέχρι τῆς
ἐξωτάτης περιφερείας ἐπιπέδου, τότε ἤτοι συνεχεῖς ἀλλή-
λοις ὑπάρχειν τοὺς καταγραφομένους κύκλους ἢ διεστῶ-
<lb n="25"/> τας ἀπʼ ἀλλήλων.</p></div><div type="textpart" subtype="section" n="67"><p rend="merge"> ἀλλʼ εἰ μὲν διεστᾶσιν ἀπʼ ἀλλήλων, 
ἀκολουθήσει μέρος τι εἶναι τῆς ἐπιπέδου τὸ μὴ κυκλο- <lb n="20"/>
γραφούμενον, καὶ τῆς εὐθείας μέρος τὸ κατὰ τούτου μὲν
φερόμενον τοῦ διαστήματος, μὴ κυκλογραφοῦν δέ. ὅπερ
ἐστὶν ἄτοπον. ἢ γὰρ οὐκ ἔχει κατὰ τοῦτο τὸ μέρος ση-
<lb n="30"/> μεῖον ἡ εὐθεῖα γραμμή, ἢ ἔχουσα οὐ καταγράφει κύκλον,
ὧν ἑκάτερον παρὰ τὸν γεωμετρικόν ἐστι λόγον· καὶ πᾶν <lb n="25"/>
<lb n="711"/> γὰρ | μέρος τῆς γραμμῆς σημεῖον ἔχειν φασί, καὶ πᾶν
σημεῖον στρεφόμενον κυκλογραφεῖν.</p></div></div></div></body></text></TEI>