καὶ ἐν μὲν τοῖς αἰσθητοῖς, ἐπείπερ ὃ ἄν λάβωμεν | αἰσθητὸν μῆκος, τοῦτο πάντῃ τε καὶ πάντως σὺν ποσῷ πλάτει ληψόμεθα ἐν δὲ τοῖς νοητοῖς, καθόσον ἕτερον μέν ἑτέρου στενώτερον δυνάμεθα νοῆσαι μῆκος, ὅταν δὲ τὸ αὐτὸ μῆκος κατ’ ἰσότητα φυλάττοντες σχίζωμεν ταῖς ἐπινοίαις τὸ πλάτος καὶ ἄχρι τινὸς τὸ αὐτὸ ποιῶμεν, ἔλατ- τον μέν τὸ πλάτος καὶ ἔλαττον γινόμενον νοήσομεν, ἐπει- δὰν δέ ἅπαξ φθάσωμεν στερῆσαι τοῦ πλάτους τὸ μῆκος, οὐκέτι οὐδὲ μῆκος φαντασιούμεθα, ἀλλʼ ἀναιρεῖται καὶ ἡ τοῦ μήκους ἐπίνοια. καθόλου τε πᾶν τὸ νοούμενον κατὰ § 37 M IX 390— 391 | μῆκος ἀπλατές v. supr. ad 20 || ~M IX 391 || 39 ~ Μ IX 392 || 40 ~M IX 393— 394 | πρώ- τους τρόπους cf. PH I 178. M VIII 56 Diog. Laert. VII 52. In marg. G hoc diagramma, optime in L,,, quibusdam lineis falsis corprupt. in cett., pictum: ἡ νόησις κατὰ περίπτωαιν κατὰ μετάβασιν ἐναργῆ —ἀπὸ τῶν ἐναργῶν ?? δμοιωτική ἐπισυνθετικἡ δναλογιστική αὐξητική μsιωτική 1.2 τούτῃ δὲ Fabr. Gen. || 4 προεπινοεῖσθσι Fabr. Bury || 6 ση- μείων οὖσα ούνθ. E || 15 τοῦτο – 18 μῆκος om. E || 16.17 ἕτερον μὲν ἕτερον ἑτέρου BCH || 19 τοῦτο pro τὸ αὐτὸ dub. Bekk. Bury 23 δὲ πᾶν Gen. Fabr. δύο τοὺς πρώτους ἐπινοεῖται τρόπους· ἢ γὰρ κατὰ περί- πτωσιν ἐναργῆ ἢ κατὰ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν, καὶ ταύτην τρισσήν· ἢ γὰρ ὁμοιωτικῶς ἢ ἐπισυνθετικῶς ἢ ἀναλογιστικῶς. ἀλλὰ κατὰ μὲν περιπτωτικὴν ἐνάργειαν νοεῖται τὸ λευκὸν καὶ τὸ μέλαν καὶ γλυκὺ καὶ πικρόν, κατὰ δὲ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ὁμοιωτικῶς μέν νοεῖται καθάπερ ἀπὸ τῆς Σωκράτους εἰκόνος Σωκράτης αὐτός, ἐπισυνθετικῶς δὲ καθάπερ ἀπὸ ἵππου καὶ ἀνθρώ- που ἱπποκένταυρος· ἵππεια γὰρ καὶ βρότεια μίξαντες μέλη ἐφαντασιώθημεν τὸν μήτε ἄνθρωπον μήτε ἵππον ἀλλʼ ἐξ ἀμφοτέρων σύνθετον ἱπποκένταυρον. ἀναλογιστικῶς δέ τι νοεῖται πάλιν κατὰ δύο τρόπους, ὁτὲ μὲν αὐξητικῶς ὁτὲ δέ μειωτικῶς, οἷον ἀπὸ τῶν κοινῶν ἀνθρώπων, οἷοι νῦν βροτοί εἰσιν, παραυξητικῶς μὲν ἐνοήσαμεν Κύκλωπα, ὃς οὐκ ἐῴκει ἀνδρί γε σιτοφάγῳ ἀλλὰ ῥίῳ ὑλήεντι, (Hom. ι 191) μειωτικῶς δὲ τὸν πυγμαῖον ἄνθρωπον, ὃς οὐχ ὑπέπεσεν ἡμῖν περιπτωτικῶς.