<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="33"><p rend="merge">καὶ εἰ μὲν ἀμερίστῳ τόπῳ ἀντιπαρεκτείνεται, πάλιν οὐκ
ἔσται γραμμὴ ἀλλὰ στιγμὴ καὶ σημεῖον τὸ γὰρ ἀμερῆ
<lb n="10"/> τόπον ἐπεσχη κὸς ἀμερές ἐστιν, ὃ δέ ἐστιν ἀμερές, στιγμὴ <lb n="704"/>
καὶ οὐ γραμμὴ καθέστηκεν. εἰ δὲ μεριστῷ, πάντως ἐπεὶ
τὸ 〈μεριστῷ ἀντιπαρεκτεινόμενον τόπῳ ὀφεῖλον καὶ αὐτὸ
εἶναι〉 μεριστὸν, μέρη ἔχει, εἴγε ἅπαντι παρεκτείνεται τῷ
τόπῳ, τὸ δὲ μέρη ἔχον, οἷς ἀντιπαρεκτείνεται τοῖς τοῦ
<lb n="15"/> τόπου μέρεσι, σῶμά ἐστιν, ἔσται τὸ σημεῖον καὶ μεριστὸν <lb n="5"/>
 καὶ σῶμα· ὅπερ ἄτοπον. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="merge">ὥστε οὐχ ἕν ἐστι σημεῖον ἡ
γραμμή. καὶ μὴν οὐδέ[τὰ ]πολλὰ σημεῖα στοιχηδὸν κεί-
μενα. ταῦτα γὰρ τὰ σημεῖα ἤτοι ψαύοντα ἀλλήλων νοεῖται
ἢ οὐ ψαύοντα. καὶ εἰ μέν ϲὐ ψαύοντα ἀλλήλων, μεσο-
<lb n="20"/> λαβούμενα τόποις τισὶ διορισθήσεται, καὶ τόποις διορι- <lb n="10"/>
 ζόμενα οὐκέτι ποιήσει μίαν γραμμήν. </p></div><div type="textpart" subtype="section" n="35"><p rend="merge">εἰ δέ ψαύοντα ἀλ-
λήλων νοοῖτο, ἤτοι ὅλα ὅλων ἅψεται ἢ μέρεσι μερῶν. καὶ
εἰ μέν μέρεσι μερῶν ἅψεται, οὐκ ἔσται αὐτὰ ἔτι ἀδιά-
στατα καὶ ἀμερῆ· τὸ γὰρ μέσον δυοῖν σημείων λόγου
<lb n="25"/> χάριν νοούμενον σημεῖον ἄλλῳ μὲν μέρει ἅψεται τοῦ <lb n="15"/>
ἔμπροσθεν σημείου, ἄλλῳ δὲ τοῦ ὄπισθεν, οὐ τῷ αὐτῷ
δὲ τῆς ἐπιπέδου, διαφέροντι δὲ τοῦ ἄλλου τόπου, ὥστε
μηκέτ’ αὐτὸ ταῖς ἀληθείαις ἀμερὲς τυγχάνειν ἀλλὰ πολυ-
 μερές. </p></div><div type="textpart" subtype="section" n="36"><p rend="merge">εἰ δὲ ὅλα ὅλων ἅψαιτο σημεῖα, δῆλον ὡς ἐν σημείοις
<note type="footnote">§ 32 ~M XI 383 || 32—33 ~M IX 384 || 33 ~ Μ IX 385 ||
34 ~M IX 386 || 35 ~M IX 387 || 38 ~M ΙX 388— 389</note>
<note type="footnote">5 τὸ αὐτὸ Ϛ | τὸ δεύτ. VC || ἢ –8 ἀντιπαρεκτείνεται om. E
11.12. 13. μεριστῷ – εἶναι suppl. Heintz: ἐπεὶ τὸ μεριστῷ 〈παρ-
εκτεινόμενον〉 μέρη ἔχει Bury || 13 τῷ om. E || 16 ὅπερ ἔστιν V C
Fabr. || 17 τὰ del. Heintz | στιχηδὸν Ϛ || 20 διορισθήσονται E ||
23 αὐτῶν τι G: corr. Bekk. || 24 δυεῖν EL || 25 ἅψεται ELVr
Fabr. et marg. cod. ed. Gen.: ἅψετο A.
</note>

<pb n="115"/>
<lb n="704"/>
<lb n="20"/> σημεῖα περισχεθήσεται καὶ τὸν αὐτὸν ἐφέξει τόπον· ταύτῃ
τε οὐκ ἔσται στοιχηδὸν κείμενα, ἵνα γένηται γραμμή,
ἀλλʼ εἰ τὸν αὐτὸν ἐπέσχηκε τόπον, μία καταστήσεται στιγ-
μή. εἴπερ οὖν, ἵνʼ ἐπινοηῦῇ γραμμή,δεῖ προ[σ ]επινοεῖσθαι
τὸ σημεῖον ἐξ οὖ λαμβάνει τὴν νόησιν, ἐπιδέδεικται δὲ <lb n="5"/>
<lb n="2"/> μήτε σημεῖον οὖσα μήτε ἐκ σημείων σύνθετος, οὐδὲν
ἔσταμι γραμμή.</p></div><div type="textpart" subtype="section" n="37"><p rend="merge">Καί μὴν πάρεστιν ἀποστάντας τῆς τοῦ σημείου νοή-
σεως προηγουμένως ἀναιρεῖν τὴν γραμμὴν καὶ τὸ ἀνεπι-
νόητον αὐτῆς διδάσκειν. γραμμὴ γάρ ἐστιν, ὡς αὐτῶν <lb n="10"/>
<lb n="30"/> πάρεστιν ἀκούειν τῶν γεωμετρῶν, μῆκος ἀπλατές, σκεψά-
μενοι δὲ ἡμεῖς ἀκριβῶς οὔτε ἐν τοῖς νοητοῖς οὐτε ἐν τοῖς
αἰσθητοῖς εὑρήσομεν δυνάμενόν τι ληφθῆναι μῆκος ἀπλα-
τές.</p></div></div></div></body></text></TEI>