τάξεως δὲ ἕνεκα προληπτέον ὅτι πολλαχῶς μὲν καὶ ἄλλως ὑπόθεσις προσαγορεύεται, τὰ νῦν δὲ ἀπαρκέσει τριχῶς λέγεσθαι, καθʼ ἕνα μὲν τρόπον ἡ δραματικὴ περι- πέτεια, καθὸ καὶ τραγικὴν καὶ κωμικὴν ὑπόθεσιν εἶναι λέγομεν καὶ Δικαιάρχου τινὰς ὑποθέσεις τῶν Εὐριπίδου καὶ Σοφοκλέους μύθων, οὐκ ἄλλο τι καλοῦντες ὑπόθεσιν ἢ τὴν τοῦ δράματος περιπέτειαν. καθʼ ἕτερον δὲ σημαι- νόμενον ὑπόθεσις προσαγορεύεται ἐν ῥητορικῇ 〈ἡ〉 τῶν ἐπὶ μέρους ζήτησις, καθὸ καὶ οἱ σοφισταὶ πολλάκις εἰώ- θασιν ἐν ταῖς διατρι | βαῖς λέγειν ῾ θετέον ὑπόθεσιν.ʼ οὐ μὴν ἀλλὰ καὶ κατὰ τρίτην ἐπιβολὴν ὑπόθεσιν καλοῦμεν ἀρχὴν ἀποδείξεως, αἴτησιν οὖσαν πράγματος εἰς κατα- σκευήν τινος. οὕτω γοῦν τρισὶν ὑποθέσεσι κεχρῆσθαί φαμεν τὸν Ἀσκληπιάδην εἰς κατασκευὴν τῆς τὸν πυρετὸν § 5 cf. e. g. Caelius Aurelianus, celerum passionoun l. I, 8. I 106sq. 2 ἀπόρων dub. Bekk. || 9 ἐκεῖνο ?? || 18 ἡ add. Bekk. || 20 θέτε LVr, in marg. θετέον γ L || 21 καὶ om. LVr || 22 ἀποδείξεων G: corr. Harder cl. p. 108, 12 ἐμποιούσης ἐνστάσεως, μιᾷ μὲν ὅτι νοητοί τινές εἰσιν ἐν ἡμῖν πόροι, μεγέθει διαφέροντες ἀλλήλων, δευτέρᾳ δέ ὅτι πάντοθεν ὑγροῦ μέρη καὶ πνεύματος ἐκ λόγῳ θεω- ρητῶν ὄγκων συνηράνισται διʼ αἰῶνος ἀνηρεμήτων, τρίτῃ δέ ὅτι ἀδιάλειπτοί τινες εἰς τὸ ἐκτὸς ἐξ ἡμῶν ἀποφοραὶ γίνονται, ποτὲ μὲν πλείους ποτὲ δέ ἐλάττους πρὸς τὴν ἐνεστηκυῖαν περίστασίν. Ἀλλὰ γὰρ τοσαυταχῶς νοουμένης [τὰ νῦν] τῆς ὑπσθέ- σεως, πρόκειται τὰ νῦν ζητεῖν οὐ μὰ Δία περὶ τῆς δρα- ματικῆς διατάξεως, οὐδέ περὶ τῆς παρὰ τοῖς ῥήτορσι ζητήσεως, ἀλλὰ περὶ τῆς ἐν τέλει λεχθείσης ὑποθέσεως, ἣν ἀρχὴν ἀποδείξεως συμβέβηκεν εἶναι ταύτην γὰρ καὶ οἱ γεωμέτραι λαμβάνουσι τὴν ὑπόθεσιν, βουλόμενοί τι γεωμετρικῶς ἀποδεῖξαι. διόπερ εὐθὺς ῥητέον ὅτι καὶ ἐπεὶ οἱ ἐξ ὑπσθέσεως λαμβάνοντές τι καὶ χωρὶς ἀποδείξεως ψιλῇ μόνον ἀρκοῦνται φάσει πρὸς τὴν ταύτης πίστιν, πεύσεταί τις αὐτῶν τοιούτῳ τινὶ χρώμενος ἐπιλογισμῷ.