<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="section" n="23"><p rend="merge">καὶ μὴν εἴπερ (Ana xag. fr. B
21a Diels) ὄψις τῶν ἀδήλων ἐστὶ τὰ φαμινόμενα, ἐπεὶ οὐ
δυνατὸν ἐν τοῖς φαινομένοις | λαβεῖν τινος σημεῖον καὶ <lb n="702"/>
πέρας ἀδιάστατον, δῆλον ὡς οὐδʼ ἐν τοῖς νοητοῖς ληφθή-
<lb n="10"/> σεταί τι τοιοῦτον. ἐν δέ γε τοῖς αἰσθητοῖς οὐδὲν ἔστιν
ἀδιάστατον λαβεῖν, ὡς παραστήσω ὥστʼ οὐδʼ ἐν τοῖς
 νοητοῖς. </p></div><div type="textpart" subtype="section" n="24"><p rend="merge">πᾶν τοίνυν τὸ ἐν τοῖς αἰσθητοῖς ὑποπῖπτόν τινος <lb n="5"/>
πέρας καὶ σημεῖον σὺν τούτῳ καταλαμβάνεταί τινος
ἄκρον, σὺν τῷ καὶ μέρος ἐκείνου, οὗπέρ ἐστιν ἄκρον,
<lb n="15"/> ὑπάρχειν· ἐὰν γοῦν ἀφέλωμεν αὐτό, μειωθήσεται τὸ ἀφʼ
οὖ ἡ ἀφαίρεσις. τὸ δέ μέρος τινὸς ὑπάρχον εὐθὺς καὶ
συμπληρωτικὸν αὐτοῦ καθέστηκεν, ὃ δέ ἐστί τινος συμ- <lb n="10"/>
πληρωτικόν, πάντως αὔξει τὸ μῆκος ἐκείνου, καὶ ὃ ἐστι
 μεγέθους αὐξητικόν, τοῦτο ἐξ ἀνάγκης ἔχει μέγεθος. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="merge">πᾶν
<lb n="20"/> ἄρα τὸ ἐν τοῖς αἰσθητοῖς σημεῖόν τινος καὶ ἄκρον μέγε-
θος ἔχον οὐκ ἔστιν ἀδιάστατον. ὅθεν εἰ καὶ τὸ νοητὸν
μεταβατικῶς ἀπὸ τοῦ αἰσθητοῦ νοοῦμεν, σὺν τούτῳ καθ- <lb n="15"/>
εστὼς σημεῖον καὶ πέρας γραμμῆς αὐτὸ νοήσομεν, σὺν
τῷ καὶ 〈συμ 〉πληρωτικὸν αὐτῆς ὑπάρχειν, ὥστε καὶ αὐτὸ
<lb n="25"/> διάστασιν ἕξει πάντως, ὃ γε διαστάσεώς ἐστι περιποιη-
 τικόν. </p></div><div type="textpart" subtype="section" n="26"><p rend="merge">ἄλλως τε τὴν ἀπὸ τοῦ κέντρου ἐκβληθεῖσαν εὐ-
θεῖάν φασι περιαγομένην τῷ πέρατι ἑαυτῆς κυκλογραφεῖν <lb n="20"/>
τὴν ἐπίπεδον. ἐπεὶ οὖν τὸ ἄκρον ταύτης τῆς εὐθείας ἐστὶ
σημεῖον, καὶ τοῦτο περιαγόμενον καταμετρεῖ τὴν περιφέ-
<lb n="30"/> ρειαν, ἔσται τοῦτο συμπληρωτικὸν τῆς περιφερείας· ἡ δέ
γε περιφέρεια διάστασιν εἶχεν· τοίνυν καὶ τὸ συμπλη-
 ρωτικὸν αὐτῆς σημεῖον ἕξει τινὰ διάστασιν. </p></div><div type="textpart" subtype="section" n="27"><p rend="merge">ἣ γε μὴν <lb n="25"/>
σφαῖρα καθʼ ἓν σημεῖον ἀξιοῦται τῆς ἐπιπέδου ἅπτεσθαι,
<note type="footnote">2 ἦν ci. Bekk.: εἶναι G || 14 καὶ om. C || 15 ὑποπίπτειν G :
corr. Bekk. || 18 μῆκος G: μέγεθος Bekk. || 19 μέγεθος αὐξητι-
κὸν G || 24 〈 〉 Bekk.
</note>

<pb n="113"/>
<lb n="702"/>
ἐκκυλιομένη τε γραμμὴν ποιεῖν, δῆλον ὡς τῶν ἐπικατα-
πιπτόντων σημείων τὴν ὅλην συντιθέντων γραμμήν. τοί-
νυν εἰ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικόν ἐστι
<lb n="30"/> τὸ σημεῖον, ἕξει καὶ αὐτὸ μέγεθος. συγκεχώρηται δὲ τοῦ
μεγέθους τῆς γραμμῆς συμπληρωτικὸν αὐτὸ τυγχάνειν· <lb n="5"/>
καὶ αὐτὸ ἄρα μέγεθος ἕξει καὶ οὐκ ἀδιάστατον γενήσεται.</p><lb n="703"/></div></div></div></body></text></TEI>