καὶ μὴν εἴπερ (Ana xag. fr. B 21a Diels) ὄψις τῶν ἀδήλων ἐστὶ τὰ φαμινόμενα, ἐπεὶ οὐ δυνατὸν ἐν τοῖς φαινομένοις | λαβεῖν τινος σημεῖον καὶ πέρας ἀδιάστατον, δῆλον ὡς οὐδʼ ἐν τοῖς νοητοῖς ληφθή- σεταί τι τοιοῦτον. ἐν δέ γε τοῖς αἰσθητοῖς οὐδὲν ἔστιν ἀδιάστατον λαβεῖν, ὡς παραστήσω ὥστʼ οὐδʼ ἐν τοῖς νοητοῖς. πᾶν τοίνυν τὸ ἐν τοῖς αἰσθητοῖς ὑποπῖπτόν τινος πέρας καὶ σημεῖον σὺν τούτῳ καταλαμβάνεταί τινος ἄκρον, σὺν τῷ καὶ μέρος ἐκείνου, οὗπέρ ἐστιν ἄκρον, ὑπάρχειν· ἐὰν γοῦν ἀφέλωμεν αὐτό, μειωθήσεται τὸ ἀφʼ οὖ ἡ ἀφαίρεσις. τὸ δέ μέρος τινὸς ὑπάρχον εὐθὺς καὶ συμπληρωτικὸν αὐτοῦ καθέστηκεν, ὃ δέ ἐστί τινος συμ- πληρωτικόν, πάντως αὔξει τὸ μῆκος ἐκείνου, καὶ ὃ ἐστι μεγέθους αὐξητικόν, τοῦτο ἐξ ἀνάγκης ἔχει μέγεθος. πᾶν ἄρα τὸ ἐν τοῖς αἰσθητοῖς σημεῖόν τινος καὶ ἄκρον μέγε- θος ἔχον οὐκ ἔστιν ἀδιάστατον. ὅθεν εἰ καὶ τὸ νοητὸν μεταβατικῶς ἀπὸ τοῦ αἰσθητοῦ νοοῦμεν, σὺν τούτῳ καθ- εστὼς σημεῖον καὶ πέρας γραμμῆς αὐτὸ νοήσομεν, σὺν τῷ καὶ 〈συμ 〉πληρωτικὸν αὐτῆς ὑπάρχειν, ὥστε καὶ αὐτὸ διάστασιν ἕξει πάντως, ὃ γε διαστάσεώς ἐστι περιποιη- τικόν. ἄλλως τε τὴν ἀπὸ τοῦ κέντρου ἐκβληθεῖσαν εὐ- θεῖάν φασι περιαγομένην τῷ πέρατι ἑαυτῆς κυκλογραφεῖν τὴν ἐπίπεδον. ἐπεὶ οὖν τὸ ἄκρον ταύτης τῆς εὐθείας ἐστὶ σημεῖον, καὶ τοῦτο περιαγόμενον καταμετρεῖ τὴν περιφέ- ρειαν, ἔσται τοῦτο συμπληρωτικὸν τῆς περιφερείας· ἡ δέ γε περιφέρεια διάστασιν εἶχεν· τοίνυν καὶ τὸ συμπλη- ρωτικὸν αὐτῆς σημεῖον ἕξει τινὰ διάστασιν. ἣ γε μὴν σφαῖρα καθʼ ἓν σημεῖον ἀξιοῦται τῆς ἐπιπέδου ἅπτεσθαι, 2 ἦν ci. Bekk.: εἶναι G || 14 καὶ om. C || 15 ὑποπίπτειν G : corr. Bekk. || 18 μῆκος G: μέγεθος Bekk. || 19 μέγεθος αὐξητι- κὸν G || 24 〈 〉 Bekk. ἐκκυλιομένη τε γραμμὴν ποιεῖν, δῆλον ὡς τῶν ἐπικατα- πιπτόντων σημείων τὴν ὅλην συντιθέντων γραμμήν. τοί- νυν εἰ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικόν ἐστι τὸ σημεῖον, ἕξει καὶ αὐτὸ μέγεθος. συγκεχώρηται δὲ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικὸν αὐτὸ τυγχάνειν· καὶ αὐτὸ ἄρα μέγεθος ἕξει καὶ οὐκ ἀδιάστατον γενήσεται.