ἄλλως τε, εἰ βέβαιόν ἐστι καὶ πιστὸν τὸ ὑποτιθέμενον ἧ ὑποτίθεται, μὴ ταῦτα ὑπο- τιθέσθωσαν ἐξ ὧν ἀποδείξουσί τι, ἀλλʼ αὐτὸ τὸ ἀποδεικ- νύμενον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως ἀλλὰ τὴν ἐπιφοράν ὃ γὰρ δύναται πρὸς πίστιν αὐτοῖς ἐπὶ τῶν ἐκκαλυπτόντων ἡ ὑπόθεσις, τοῦτο δυνήσεται καὶ ?? τῶν ἐκκαλυπτομένων ἐκ τῆς ἀποδείξεως πραγμάτων. | εἰ δʼ ἄπιστόν ἐστι, κἂν πολλάκις ὑποτεθῇ, τὸ τῆς ἀποδείξεως § 10 σαθροῖς θεμελίοις cf. Lucian. Hermot tim. 74 (vol. I, 384 Jacobitz) || 11 ~ M VIII 372 || 12 ~M VIII 373 || 13 ~ M VIII 374 6 οὐκ del. Heintz || 10 ἀναιρῆ Ϛ || 16 εἰ — 18.19 ἄρα φλὸξ ήρεμεῖ om. E || 18 addidi || 20 εἶναι δεῖ ELVr Gen.: εἶναι δεῖν Herv. Bekk.: εἶναι δοκεῖ δεῖν Ϛ || 22 προησόμεθα ELVr AB || 29 ὑπὸ- δείξεως C || 30 ὑπετέθη G: corr. Bekk. συμπέρασμα χωρὶς ἀποδείξεως, ἄπιστον γενήσεται καὶ τὸ εἰς κατασκευὴν τούτου λαμβανόμενον, εἰ μὴ διʼ ἀπο- δείξεως διδάσκοιτο. νὴ Δίʼ, ἀλλʼ εἴπερ, φασί, τὸ ἀκολου- θοῦν ταῖς ὑποθέσεσιν ἀληθὲς εὑρίσκεται, πάντως καὶ τὰ ὑποτεθέντα, τουτέστιν οἷς ἐπηκολούθησεν, ἀληθῆ γενή- σεται. ὃ πάλιν ἐστὶν εὔηθες πόθεν γὰρ ὅτι τὸ ἀκολου- θοῦν τισιν ἐν ἀποδείξει πάντως ἀληθές ἐστιν; ἢ γὰρ ἐξ αὐτοῦ μαθόντες ἐκείνου τοῦτʼ ἐροῦσιν, ἐκ τῶν οἷς ἠκο- λούθησε λημμάτων. ἀλλʼ ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴποιεν. ἄδηλον γάρ ἐστι, τὸ δὲ ἄδηλον ἐξ αὑτοῦ πιστὸν οὐκ ἔστιν ἀποδεικνύναι γοῦν τοῦτο ἐπιβάλλονται ὡς μὴ ἐν αὑτῷ τὴν πίστιν ἔχον. καὶ μὴν οὐδʼ ἐκ τῶν λημμάτων· περὶ γὰρ τούτων ἐστὶν ἡ πᾶσα διαμάχη, καὶ μηδέπω αὐτῶν πεπιστευμένων οὐδέ τὸ ἀποδεικνύμενον ἐξ αὐτῶν βέβαιον εἶναι δύναται. ἔτι οὐδʼ ἂν τὸ λῆγον ᾖ ἀληθές, εὐθὺς καὶ τὸ ἡγούμενόν ἐστι τοιοῦτον. ὥσπερ γὰρ τῷ ἀληθεῖ πέ- φυκεν ἀληθές ἐπακολουθεῖν καὶ ψεύδει ψεῦδος, οὕτως ἠξίωται καὶ ψεύδει ἀληθὲς συνεισάγεσθαι, καθάπερ [ἐν] τῷ πέτασθαι τὴν γῆν, ψεύδει ὄντι, τὸ εἶναι τὴν γῆν ἀλη- θὲς ὑπάρχον εἵπετο. ὅθεν οὐκ εἰ τὸ λῆγόν ἐστιν ἀληθές, πάντως καὶ τὸ ἡγούμενον ἀληθές, ἀλλʼ ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος. Καὶ δὴ ὅτι μὲν οὐκ εὖ ποιοῦσιν οἱ ἀπὸ τῶν μαθημά- των ἐξ ὑποθέσεως λαμβάνοντες τὰς ἀρχὰς τῆς ἀποδεί- ξεως καὶ ἑκάστου θεωρήματος, ἐπιφθεγγόμενοι τὸ ῾δεδό- σθωʼ, διὰ τούτων αὐταρκως κατεσκεύασται·