<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="96"><p rend="merge"> ὃ πάλιν 
ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον <lb n="21"/>
ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν-
<lb n="5"/> αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα-
στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο-
μένη παρὰ τοῖς πολλοῖς ἱστορία.</p></div><div type="textpart" subtype="section" n="97"><p rend="merge"> νεανίας γὰρ πόθῳ ῥη- 
τορικῆς κατασχεθεῖς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον <lb n="26"/>
ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ-
<lb n="10"/> την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει-
ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει
τὸν μισθόν, ὁ δ ·ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες <lb n="30"/>
εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν
<note type="footnote">§ 96 ἡ περὶ Κόρακος φερομένη ἱστορία: eadem fabula de Prota-
gora narratur a Diog. Laert. IX 56</note>
<note type="footnote">4 ὁ δὲ pro οὐδὲ LVr et exemplar Chouetorun in marg. | λό-
γους ?? ex contrariis orationibus Herv. || 8 ἄδικος Bekk.: –κα G
16 ἐστὶ φαινόμενον ??
</note>

<pb n="104"/>
<lb n="694"/>
Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς
ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι- <lb n="15"/>
κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω-
νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν
<lb n="5"/> τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι-
 κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν. </p></div><div type="textpart" subtype="section" n="98"><p rend="merge">θορυβησάντων
δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν <lb n="20"/>
τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν
μεταθείς, ἐχρῆτο ῾ἐάν τε ʼ γὰρ ῾νικήσωʼ φησὶν ῾ἐάν τε
<lb n="10"/> νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νική-
σας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας
λόγον ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν <lb n="25"/>
  πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.’ </p></div><div type="textpart" subtype="section" n="99"><p rend="merge">εἰς
ἐποχὴν δὴ καὶ ἀπορίαν ἐλθόντες οἱ δικασταὶ διὰ τὴν ἰσο-
<lb n="15"/> σθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ
δικαστηρίου, ἐπιφωνήσαντες τὸ ῾ἐκ κακοῦ κόρακος κακὸν
ᾧόν.ʼ</p></div><div type="textpart" subtype="section" n="100"><p> Οἴος δέ ἐστιν ὁ περὶ τοῦ δικανικοῦ μέρους λόγος, <lb n="30"/>
τοιοῦτος γένοιτʼ ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵναι
<lb n="20"/> μὴ μαρηγορῶμεν. τὸ μέν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ
ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν. <lb n="695"/>
</p></div></div></div></body></text></TEI>