ὃ πάλιν ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν- αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα- στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο- μένη παρὰ τοῖς πολλοῖς ἱστορία. νεανίας γὰρ πόθῳ ῥη- τορικῆς κατασχεθεῖς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ- την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει- ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ ·ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν § 96 ἡ περὶ Κόρακος φερομένη ἱστορία: eadem fabula de Prota- gora narratur a Diog. Laert. IX 56 4 ὁ δὲ pro οὐδὲ LVr et exemplar Chouetorun in marg. | λό- γους ?? ex contrariis orationibus Herv. || 8 ἄδικος Bekk.: –κα G 16 ἐστὶ φαινόμενον ?? Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι- κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω- νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι- κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν. θορυβησάντων δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο ῾ἐάν τε ʼ γὰρ ῾νικήσωʼ φησὶν ῾ἐάν τε νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νική- σας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.’ εἰς ἐποχὴν δὴ καὶ ἀπορίαν ἐλθόντες οἱ δικασταὶ διὰ τὴν ἰσο- σθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ δικαστηρίου, ἐπιφωνήσαντες τὸ ῾ἐκ κακοῦ κόρακος κακὸν ᾧόν.ʼ Οἴος δέ ἐστιν ὁ περὶ τοῦ δικανικοῦ μέρους λόγος, τοιοῦτος γένοιτʼ ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵναι μὴ μαρηγορῶμεν. τὸ μέν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν.