<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="91"><p rend="merge">καὶ πάλιν,
<lb n="20"/> ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ <lb n="693"/>
τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ
καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον
τὸ καλὸν 〉 μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ
 ἄτοπον. </p></div><div type="textpart" subtype="section" n="92"><p rend="merge">καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πεί-
<lb n="25"/> θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι- <lb n="5"/>
κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ
πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον,
οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι-
κὴν ἐφίεσθαι τοῦ πείθειν.</p></div><div type="textpart" subtype="section" n="93"><p> Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον <lb n="10"/>
<lb n="31"/> λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈
διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδί-
κων. ἀλλʼ εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται·
<note type="footnote">2 ἐπαινεῖτο L || 4 ὑπάρχ E: —χει D || 11 τὸ δέ ἐγκ. L
17 ἐστὶ om. LVr || 21 πλήροσον LVr || 22.23 suppl. Harder; aliter
Bekk. sec. Hcrv. || 30 δικικοῦ LVr || 31 32 〈ἤ — μόνον 〉 supplevi
</note>

<pb n="103"/>
<lb n="693"/>
οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πει-
<lb n="15"/> θοῦς, ἐν ᾖ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν οὐκ ἄρα
διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς
ἀκούοντας.</p></div><div type="textpart" subtype="section" n="94"><p rend="merge"> εἶτα οὐδέ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί 
ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δʼ ἐναντίου <lb n="5"/>
μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ
<lb n="20"/> ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ
τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν-
αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα
διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων <lb n="10"/>
ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ
<lb n="25"/> τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί
τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.</p></div><div type="textpart" subtype="section" n="95"><p rend="merge">Πρός γε μὴν τοῖς εἰρημένοις, εἶπερ ὑποδεῖξαι τὸ δί-
κμιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς <lb n="15"/>
ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ
<lb n="30"/> ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι-
μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου
<lb n="694"/> γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου
καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον.</p></div></div></div></body></text></TEI>