καὶ πάλιν, ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν 〉 μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ ἄτοπον. καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πεί- θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι- κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον, οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι- κὴν ἐφίεσθαι τοῦ πείθειν. Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈 διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδί- κων. ἀλλʼ εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται· 2 ἐπαινεῖτο L || 4 ὑπάρχ E: —χει D || 11 τὸ δέ ἐγκ. L 17 ἐστὶ om. LVr || 21 πλήροσον LVr || 22.23 suppl. Harder; aliter Bekk. sec. Hcrv. || 30 δικικοῦ LVr || 31 32 〈ἤ — μόνον 〉 supplevi οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πει- θοῦς, ἐν ᾖ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς ἀκούοντας. εἶτα οὐδέ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δʼ ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν- αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον. Πρός γε μὴν τοῖς εἰρημένοις, εἶπερ ὑποδεῖξαι τὸ δί- κμιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι- μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον.