λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἄν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν εἴη ῥήτωρ. ὁ δέ γε ῥήτωρ πλειονάκις νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπʼ αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ § 85 cf. e. g. Philod. rhet. ed. Sudhaus ΙΙ p. 107 fr. 15, 10 sqq. 3 ἔχειν ED || 7 οὐ τοῦ τοὺς ?? 10 μὴ del. Bekk. sec. Herv. 21 δʼ οὖν ?? || 22 τέλος εἶναι A || 27 πλε ον μᾶλλον ὧ G: corr. Bekk. sec. Herv, || 28 τοσοῦτον πλείω L: τοσούτῳ μάλλον dub. Bekk.: τοσ. πλειονάκις Bury || 29 τῶν δὲ ἄδικα A. ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικη- θέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν. Ὥστε εἰ μήτε ὕλην ἔχει ἡ ῥητορικὴ περὶ ἣν τεχνι- τεύει, μήτε τέλος ἐφʼ ὓ ἀνάγεταμι, οὐκ ἂν ὑπάρχοι ἡ ῥη- τορική. οὔτε δέ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστή- σαμεν οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική. Ἐναπορήσειε δʼ ἄν τις αὐτοῖς καὶ ἀπὸ τῶν μερῶν αὐ- τῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμ- βουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τσῦ μὲν δι- κανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δέ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐ- θέως ἄπορόν ἐστιν. εἴπερ γὰρ ἄλλο τι καθέστηκεν ἡ δι- κανικὴ ὑπόθεσις καὶ ἄλλο τι ἡ συμβουλευτικὴ καὶ οὐ ταὐτὸν τῇ ἐγκωμιαστικῇ, πάντως τὸ τέλος τῆς δικανικῆς οὐκ ἂν εἴη καὶ τῆς συμβουλευτικῆς τέλος, καὶ τὸ ταύτης οὐκ ἔσται τῆς ἐγκωμιαστικῆς, καὶ ἐναλλάξ. ἐπεὶ οὖν τῆς συμβουλευτικῆς τέλος ἐστὶ τὸ συμφέρον, οὐκ ἂν εἴη τοῦτο τῆς δικανικῆς τέλος. ἦν δέ γε τῆς δικανικῆς τέλος τὸ δί- καμιον· οὐκ ἄρα τὸ δίκαιόν ἐστι συμφέρον.