οὐκ ἄρα ῥητορικῆς 〈τέλος〉 ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐ- δὲν ἄλλο ἐστὶν τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς. οὖ τε χάριν ἅπαντά φησι πράσσειν ὁ ῥήτωρ, ἐκεῖνο ἂν τέλος εἴη οὐχὶ δέ γε χάριν τῶν ἐνδεχομένων § 79 cf. Quintil. inst. or. II 15, 3 sqq- 1 μὴ delevi monente We. || 5 〈παρ᾿ 〉 Ἀθηναίοις dub. Bekk. || 8 αὐτοῦ sive αὑτοῦ ?? || 9 αὑτοῖς ELABC || 18 θέλωσιν ?? || 25 οὔτε V C || 26 〈 〉 Theiler || 28 τὸ om. ?? ante ὅθεν lac. susp. Harder, ego malim 27 ante ἥ || 30 ἦ τε χάριν L || 31 ἐκεῖνο -- p. 101, 1 ῥήτωρ om. L, al. man. in marg. suppl. | γε om. LVr ἐπιχειρήσεων πάντα πράσσει ὁ ῥήτωρ, ἀλλὰ τοῦ μετὰ τὰς ἐπιχειρήσεις ἐπακολουθοῦντος τοίνυν οὐκ ἂν εἴη τέλος ἐκεῖνο. καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης· τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλʼ ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσε- ται, καὶ οὐ τὸ τούς ἐνδεχομένους λόγους εὑρεῖν. καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγ- μάτων οἵαν οἱ λέγοντες θέλουσιν τοῦτο γὰρ οὐ δι- ήνεγκε τοῦ [μὴ ] πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπε- ποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (§ 60— 71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν. ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον, ὡς ἠξιώκασί τινες ὅ τι γὰρ τοῦ μέρους ἐστὶ τέλος, τοῦτο οὐκ ἂν εἴη τοῦ ὅλου τέλος μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέ- γουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον· οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης· τὸ συμ- φέρον δε γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν οὐκ ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν.