<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="76"><p rend="merge"> ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός 
ἐστι πειστικός· εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλʼ
ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν
γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθο- <lb n="30"/>
νοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι
<lb n="15"/> μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥή-
<note type="footnote">§ 72 cf. Quintil. inst. II 17, 22 || 73 cf. Radermacher l. c. XI</note>
<note type="footnote">14 καὶ om. C || 16 τε pro δὲ Bekk. || 20 τὸ add. Bekk. || 29 ἀπο-
φαίνων LVr</note>

<pb n="100"/>
<lb n="690"/>
τορος πανουργίαν τὰ [μὴ ] δίκαια τοιαῦτα αὐτοῖς φαίνε-
σθαι· </p></div><div type="textpart" subtype="section" n="77"><p rend="merge">τῷ δὲ τοῦ ἰδιώτου ὡς ἀσθενεῖ πᾶς τις συναγωνί-
ζεται, καὶ τῷ ἧττον δικοίῳ προσδοξάζει τὸ μᾶλλον δί-
καιον διὰ τὸ ὑπὸ ἀφελοῦς καὶ ἰδιώτου κατασκευάζεσθαι.
<lb n="5"/> παρʼ ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο <lb n="20"/>
συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν
Ἀρείῳ πάγῳ βουλῆς, ἀλλʼ ἕκαστος ὡς εἶχε δυνάμεως,
ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους
 ἐποιεῖτο. </p></div><div type="textpart" subtype="section" n="78"><p rend="merge">καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι
<lb n="10"/> πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτὺς μήτε ἔλεον μήτε <lb n="25"/>
οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ
πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν
γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.</p><p>Ἀλλʼ ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥη- <lb n="30"/>
 τορικῆς, δέδεικται· </p></div><div type="textpart" subtype="section" n="79"><p rend="merge">τινὲς δὲ τοῦτο μιὲν οὐ λέγουσιν αὐτῆς
<lb n="16"/> τέλος, τὸ δέ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ
δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν· πραγμάτων | οἵαν <lb n="691"/>
οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινές δὲ τὸ
 νικᾶν. </p></div><div type="textpart" subtype="section" n="80"><p rend="merge">ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἶπερ τοὺς
<lb n="20"/> ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλ-
λεται ἡ ῥητορική, ἤτοι τοὺς ἀλθεῖς ἢ δυνατούς ῥηθῆναι <lb n="5"/>
ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κρι-
τήριον τῆς τῶν ἀλη??ῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς
ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν οὔτε τοὺς δυνατοὺς ῥηθῆναι
<lb n="25"/> ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι
 ἐπιγνώσονται. </p></div></div></div></body></text></TEI>