<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="71"><p rend="merge">καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύ-
<note type="footnote">§ 68 cf. Radermacher l. c. XIX</note>
<note type="footnote">2 ἀληθοῦς del. Bekk. || 5 τῷ —θεωρητικὴν om. D ?? || 8 τὸ αὐτὸ
ED ?? | συνεπιβαλεῖ dub. Bekk. poscit Theiler || 19 οἴσεται ED
27 παρʼ ὀλίγον G: corr. Bekk.
</note>

<pb n="99"/>
<lb n="689"/>
δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο·
ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν
τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ
<lb n="20"/> ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ
πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε <lb n="5"/>
ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ
ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη
ῥητορικῆς τὸ πείθειν.</p></div><div type="textpart" subtype="section" n="72"><p rend="merge">Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆ-
<lb n="25"/> σθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας <lb n="10"/>
εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλοιένῳ χρῆ-
σθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν.
καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν εἰ δέ
ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ
<lb n="30"/> πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, <lb n="15"/>
ὡς πρότερον (§ 4) ὑπεδείκνυμεν.</p></div><div type="textpart" subtype="section" n="73"><p rend="merge"> ῥηθέντων δὲ πολλάκις 
τῶν λόγων καὶ ἐπʼ αὐτοῖς πεπεισμένων τῶν δικαστῶν
<lb n="690"/> οὐδὲν | ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε-
χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί-
θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο <lb n="20"/>
ἐπακολουθοῦν.</p></div><div type="textpart" subtype="section" n="74"><p rend="merge"> ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς 
<lb n="5"/> λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν,
προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ·</p></div><div type="textpart" subtype="section" n="75"><p rend="merge"> εἶτα 
ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων
λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι <lb n="25"/>
σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι
<lb n="10"/> λόγος.</p></div></div></div></body></text></TEI>