καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύ- § 68 cf. Radermacher l. c. XIX 2 ἀληθοῦς del. Bekk. || 5 τῷ —θεωρητικὴν om. D ?? || 8 τὸ αὐτὸ ED ?? | συνεπιβαλεῖ dub. Bekk. poscit Theiler || 19 οἴσεται ED 27 παρʼ ὀλίγον G: corr. Bekk. δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν. Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆ- σθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλοιένῳ χρῆ- σθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, ὡς πρότερον (§ 4) ὑπεδείκνυμεν. ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπʼ αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν | ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε- χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί- θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο ἐπακολουθοῦν. ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ· εἶτα ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι λόγος.