<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="66"><p rend="merge"> καὶ ἄλλως, εἰ τοῦ προ- 
δήλως ἀληθοῦς, ᾗ πιθανόν ἐστι, θεωρητικὴ καθέστηκεν
ἡ ῥητορική, πάντως καὶ τοῦ ἀπιθάνου γενήσεται θεωρη-
<lb n="15"/> τική ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν
λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ <lb n="30"/>
ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ
<note type="footnote">§ 63 ~ M VII 174</note>
<note type="footnote">1 ἀθηναῖος G || 5 ἐλέγομεν ?? || 19 αὐτοῦ ?? || 23 〈τῶν〉 πραγ-
μάτων dub. Bekk. || 28 ἡ pro εἰ ?? || 29 νῦν om. LVr ?? || 31 καὶ
τὸ οὗ ??</note>

<pb n="98"/>
<lb n="688"/>
τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶ-
 σιν ἔχει καὶ τοῦ ἀλθοῦς ἀπιθάνου. </p></div><div type="textpart" subtype="section" n="67"><p rend="merge">ἐπεὶ οὖν πᾶν ἀληθές,
ὁποῖόν ποτʼ ἂν ᾖ, ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, ἀκο- <lb n="20"/>
λουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητι-
<lb n="5"/> κήν. τῷ δέ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθή-
σει τὸ καὶ παντὸς ψεύδους· ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς
τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς
ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συν- <lb n="25"/>
επιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ
<lb n="10"/> δέ τοῦτο, ἔσταμι ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευ-
δῶν. οὐ πάνυ δέ γε τοῦτο τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀλη-
 θοῦς ἐστι θεωρητική. </p></div><div type="textpart" subtype="section" n="68"><p rend="merge">καὶ μὴν τοῖς ἀντικειμένοις συναγο-
ρεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμιενα οὔκ ἐστιν ἀληθ <lb n="30"/>
οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδέ
<lb n="15"/> τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη,
ἀλλʼ ἀναγκαῖόν ἐστι τὴν | ῥητορικὴν τοῦτο μεταδιώκουσαν <lb n="689"/>
ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ
 πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας. </p></div><div type="textpart" subtype="section" n="69"><p rend="merge">εἰ γὰρ περὶ τὸ
πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπί-
<lb n="20"/> θανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἀπί- <lb n="5"/>
θανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο
καὶ παντὸς ἀληθοῦς, ὤστ’ αὐτὴν μὴ διαφέρειν τῆς δια-
 λεκτικῆς ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον. </p></div><div type="textpart" subtype="section" n="70"><p rend="merge">οὐ μὴν
ἀλλʼ εἰ τῶν ἀντικειμένων συνήγορος καθέστηκε, τὰ δὲ
<lb n="25"/> ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρη- <lb n="10"/>
τική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς
τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ
ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ
ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχει-
<lb n="30"/> ροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχά- <lb n="15"/>
 ζεται. </p></div></div></div></body></text></TEI>