<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="106"><p rend="merge">Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς
ῥητορικῆς. ἀλλʼ ἐπεὶ τὸ δίκαμιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ
<lb n="5"/> συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ κα-
λόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, <lb n="25"/>
οὐδέ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συν-
εστῶσα. ὅτι δέ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν
δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (ΡΗ ΙΙ) <lb n="172"/>
<lb n="10"/> sqq.), ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται.</p></div><div type="textpart" subtype="section" n="107"><p rend="merge"> εἰ 
γὰρ μηδὲν ὁ λόγος, οὐδὲ ἡ ἀπόδειξις ἔστι, ποιὸς λόγος <lb n="30"/>
οὖσα οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ
μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν
<note type="footnote">4 τε om.?? || 7 ἀπὸ om. LVrD || 13 βούσιρος L | ξενοκτῶνοι ED
16 ἡ πενία ?? edd. || 19 ψεκτέος ci. Bekk. || 26 τι om. V C || 28 δέ-
δεικται dub. Haas, Progr. Freising 1883, 10 || 31 γε om. ED V C
</note>

<pb n="106"/>
<lb n="696"/>
 ὑπόστασιν. </p></div><div type="textpart" subtype="section" n="108"><p rend="merge">οὐδὲ ἀπόδειξις ἄρα ἔστιν. ἄλλως τε, εἰ ἔστιν,
ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δέ ἐναργής ἐστιν· <lb n="15"/>
ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος,
παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχά-
 νοντος. </p></div><div type="textpart" subtype="section" n="109"><p rend="merge">λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι. ἀλλʼ εἰ τοῦτο,
<lb n="6"/> ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δέ αὐ-
τόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν <lb n="20"/>
λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς
 ἄπειρον ἔκπτωσιν οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις. </p></div><div type="textpart" subtype="section" n="110"><p rend="merge">μὴ οὔσης
<lb n="10"/> δὲ γενικῆς ἀποδείξεως οὐδέ εἰδική τις ἔσται ἀπόδειξις,
ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ
δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν <lb n="25"/>
οὐδέ ἄλλη τις γενήσεται τῶν ἐπʼ εἴδους. ἐπεὶ γὰρ ἄδηλός
ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆ-
<lb n="15"/> ναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀπο-
 δείξεως. </p></div></div></div></body></text></TEI>