Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς ῥητορικῆς. ἀλλʼ ἐπεὶ τὸ δίκαμιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ κα- λόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, οὐδέ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συν- εστῶσα. ὅτι δέ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (ΡΗ ΙΙ) sqq.), ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται. εἰ γὰρ μηδὲν ὁ λόγος, οὐδὲ ἡ ἀπόδειξις ἔστι, ποιὸς λόγος οὖσα οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν 4 τε om.?? || 7 ἀπὸ om. LVrD || 13 βούσιρος L | ξενοκτῶνοι ED 16 ἡ πενία ?? edd. || 19 ψεκτέος ci. Bekk. || 26 τι om. V C || 28 δέ- δεικται dub. Haas, Progr. Freising 1883, 10 || 31 γε om. ED V C ὑπόστασιν. οὐδὲ ἀπόδειξις ἄρα ἔστιν. ἄλλως τε, εἰ ἔστιν, ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δέ ἐναργής ἐστιν· ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχά- νοντος. λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι. ἀλλʼ εἰ τοῦτο, ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δέ αὐ- τόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις. μὴ οὔσης δὲ γενικῆς ἀποδείξεως οὐδέ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν οὐδέ ἄλλη τις γενήσεται τῶν ἐπʼ εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆ- ναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀπο- δείξεως.