<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="section" n="101"><p rend="merge">ἐπεὶ γὰρ οὔτε πάντες ἄ θρωποι ἐγκωμιάζεσθαι θέλουσιν
οὔτε ἐπὶ τοῖς αὐτοῖς, δεῖ τὸν μέλλοντα καλῶς ἐγκωμιά-
ζειν εἰδέναι τὴν τοῦ ἐγκωμιαζομένου διάθεσιν οὐ πᾶν
<lb n="25"/> δέ γε τὸ καθʼ ἕτερον κίνημα ληπτ[έ ]όν ἐστιν ἑτέρῳ. καὶ <lb n="5"/>
ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον διʼ ἧς
εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν οὐκ ἄρα
 δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν. </p></div><div type="textpart" subtype="section" n="102"><p rend="merge">ἤτοι δέ ἐπὶ
τοῖς μὴ οὖσιν ἀγαθοῖς δοκοῦσι δὲ εἶναι, ἢ ἐπὶ τοῖς κατ’
<lb n="30"/> ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ <lb n="10"/>
οὗσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε
ἐπὶ τοῖς οὖσιν· ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσό-
φοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατά-
 ληπτα. </p></div><div type="textpart" subtype="section" n="103"><p rend="merge">οὐκ ἄρα δύναταί τινα ἐγκωμιάζειν ὁ ῥήτωρ. οἵ τε
<note type="footnote">3 τῆς om. LVr || 6 χρεωλυτεῖν Bekk. || 14 δὴ Harder; δὲ G
15 ἐξέβαλλον EDLVr || 25 ληπτόν ci. Bekk. 28 δέ G: τε ci. Bekk.
</note>

<pb n="105"/>
<lb n="695"/>
<lb n="15"/> μὴ εἰδότες ἐφʼ οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν
δύνανται· οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφʼ οἷς ἐγκωμιάζειν
δεῖ, καθὼς παραστήσομεν· τοίνυν οὐδὲ ἐγκωμιάζειν δυ-
νήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ
κάλλους καὶ πλούτου καὶ πο λυτεκν ίας καὶ τῶν ἐοικότων, <lb n="5"/>
<lb n="20"/> ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμιορφίας καὶ
πενιχρότητος.</p></div><div type="textpart" subtype="section" n="104"><p rend="merge"> ὅπερ εὔηθες δεῖ γὰρ ἡμᾶς ἀπὸ τῶν παρʼ 
ἡμᾶς γινομένων τοὺς ἐπαίνους ἕλκειν καὶ ψόγους, εὐγέ-
νεια δὲ καὶ εὐτυχία κάλλος τε καὶ πολυτεκνία καὶ τὰ
τοιαῦτα οὐκ ἐστι παρʼ ἡμᾶς γινόμενα, ὥστε οὐκ ἐπαινε- <lb n="10"/>
<lb n="25"/> τέον ἀπʼ αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν
εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπ-
αινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενο-
κτόνοι, ὅτι Ποσειδῶνος ἧσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ
Νιόβη, ὅτι πολύτεκνος.</p></div><div type="textpart" subtype="section" n="105"><p rend="merge"> ἐναντίως τε εἰ ἡ ἀμορφία καὶ 
<lb n="30"/> πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λα- <lb n="16"/>
βὼν σχῆμα (δ 246)
<lg><l>ἀνδρῶν δυσμενέων κατέδυ πόλιν,</l></lg>
ψεκτὸς δέ ὁ Διὸς Περσεύς, ὅτι πήραν περιηρτημένος τὴν
<lb n="696"/> ἄνυδρον ὥδευε Διβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ <lb n="20"/>
ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.</p></div></div></div></body></text></TEI>