ἐπεὶ γὰρ οὔτε πάντες ἄ θρωποι ἐγκωμιάζεσθαι θέλουσιν οὔτε ἐπὶ τοῖς αὐτοῖς, δεῖ τὸν μέλλοντα καλῶς ἐγκωμιά- ζειν εἰδέναι τὴν τοῦ ἐγκωμιαζομένου διάθεσιν οὐ πᾶν δέ γε τὸ καθʼ ἕτερον κίνημα ληπτ[έ ]όν ἐστιν ἑτέρῳ. καὶ ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον διʼ ἧς εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν οὐκ ἄρα δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν. ἤτοι δέ ἐπὶ τοῖς μὴ οὖσιν ἀγαθοῖς δοκοῦσι δὲ εἶναι, ἢ ἐπὶ τοῖς κατ’ ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ οὗσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε ἐπὶ τοῖς οὖσιν· ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσό- φοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατά- ληπτα. οὐκ ἄρα δύναταί τινα ἐγκωμιάζειν ὁ ῥήτωρ. οἵ τε 3 τῆς om. LVr || 6 χρεωλυτεῖν Bekk. || 14 δὴ Harder; δὲ G 15 ἐξέβαλλον EDLVr || 25 ληπτόν ci. Bekk. 28 δέ G: τε ci. Bekk. μὴ εἰδότες ἐφʼ οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν δύνανται· οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφʼ οἷς ἐγκωμιάζειν δεῖ, καθὼς παραστήσομεν· τοίνυν οὐδὲ ἐγκωμιάζειν δυ- νήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ κάλλους καὶ πλούτου καὶ πο λυτεκν ίας καὶ τῶν ἐοικότων, ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμιορφίας καὶ πενιχρότητος. ὅπερ εὔηθες δεῖ γὰρ ἡμᾶς ἀπὸ τῶν παρʼ ἡμᾶς γινομένων τοὺς ἐπαίνους ἕλκειν καὶ ψόγους, εὐγέ- νεια δὲ καὶ εὐτυχία κάλλος τε καὶ πολυτεκνία καὶ τὰ τοιαῦτα οὐκ ἐστι παρʼ ἡμᾶς γινόμενα, ὥστε οὐκ ἐπαινε- τέον ἀπʼ αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπ- αινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενο- κτόνοι, ὅτι Ποσειδῶνος ἧσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ Νιόβη, ὅτι πολύτεκνος. ἐναντίως τε εἰ ἡ ἀμορφία καὶ πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λα- βὼν σχῆμα (δ 246) ἀνδρῶν δυσμενέων κατέδυ πόλιν, ψεκτὸς δέ ὁ Διὸς Περσεύς, ὅτι πήραν περιηρτημένος τὴν ἄνυδρον ὥδευε Διβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.