<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" n="41"><p rend="merge">Ἀρχέτω δὲ ἡμῖν εὐθὺς ἡ πρὸς τοὺς γραμματικοὺς
<lb n="25"/> ζήτησις, πρῶτον μὲν ἐπείπερ ἀπὸ νηπιότητος σχεδὸν καὶ
ἐκ πρώτων σπαργάνων γραμματικῇ παραδιδόμεθα, ἔστι
δὲ αὕτη οἷον ἀφετήριόν τι πρὸς τὴν τῶν ἄλλων μάθησιν, <lb n="15"/>
εἶθʼ ὅτι παρὰ πάσας θρασύνεται τὰς ἐπιστήμας, σχεδόν
τι τὴν τῶν Σειρήνων ὑπόσχεσιν ὑπισχνουμένη.</p></div><div type="textpart" subtype="section" n="42"><p rend="merge"> ἐκεῖναι 
<lb n="30"/> μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἄνθρωπος καὶ
πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτη-
κεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παρα- <lb n="20"/>
<lb n="608"/> πλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν·
φασὶ γὰρ (μ 184— 191)
δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
νῆα κατάστησον, ἵνα νωιτέρην ὄπʼ ἀκούσῃς.
<lb n="5"/> οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ<lb n="25"/>
<note type="footnote">1 εἶναι scripsi: ἐπεὶ G | μηδʼ pro μήτε δʼ dub. Bekk. || |2 ὁποιαν-
οῦν N: δποσαοῦν A || 3 ὧν NLED: τῶν ϛ || 5 σπουδάζουν C
6 ἐμπιμπράντες A || 6 et 7 maculati in N || 8 τὸ αὐτὸ (G: ταῦτʼ
αὐτὰ dub. Bekk. Bury πειράζομεν B || 15 δὲ G: τε Bekk. || 17 τὴν
om. LVr || 18 ψιλοπαθής N: φιλοπευθύς A: φοιλοπευθής cett. et
Theiler cl. Cic. (v.infra) |ἄνθρ. G: corr. Μette || 23 οἱ αὐτοὶ παρὰὲ
κικέρωνι (scil. fin. 5, 18, 49) gloss. N | ὀδυσσεῦ A
</note>

<pb n="12"/>
<lb n="608"/>
πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκούση,
ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γὰρ τοι πάνθʼ ὅσ’ ἑνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
<lb n="5"/> ἴδμεν δʼ ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. <lb n="10"/>
 ἡ δέ γραμματική, </p></div><div type="textpart" subtype="section" n="43"><p rend="merge">σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστο-
ριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνο-
λογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυ-
τῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλʼ ἵνα μὴ παρὰ
<lb n="10"/> θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι <lb n="15"/>
γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν.</p><label>Ποσαχῶς λέγ ἔεται γραμματική</label></div><div type="textpart" subtype="section" n="44"><p> Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε
καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμ-
μάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν
<lb n="15"/> συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντε- <lb n="20"/>
λὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην (F 16 Mette)
 Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα. </p></div><div type="textpart" subtype="section" n="45"><p rend="merge">δοκεῖ δὲ
τούτωον ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φεριυνύμως προσ-
ηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς
<lb n="20"/> σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δέ δευτέρα τάχα <lb n="25"/>
μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώ-
της· μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ
εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως,
ἐπικατηγορεῖται δέ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνα-
 σεευῆς πολλῷ τεχνικωτέρας οὔσης, </p></div></div></div></body></text></TEI>