Περὶ τρόπου μαθήσεως Ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ τὰ τῆς διδασκαλίας. ἀλλὰ τούτων ἡ μὲν ἐνάργεια τῶν δεικτῶν ἐστί, τὸ δὲ δεικτὸν φαινόμενον, τὸ δέ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν. ὁ δὲ λόγος ἤτοι σημαίνει ἢ οὐ σημαίνει. καὶ μηδὲν μὲν σημαίνων οὐδὲ διδάσκαλός τινός ἐστι, σημαίνων δὲ ἤτοι φύσει τι ση- μαίνει ἢ θέσει. καὶ φύσει μέν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβά- ρους Ἑλλήνων ἢ Ἕλληνας Ἑλλήνων ἢ βαρβάρους βαρβά- ρων θέσει δὲ εἴπερ σημαίνει, δῆλον ὡς οἱ μέν προ- κατειληφότες τὰ καθʼ ὧν αἱ λέξεις κεῖνται καὶ ἀντι- λήψονται τούτων, οὐ τὸ ἀγνοούμενον ἐξ αὐτῶν διδα σκό- μενοι, τὸ δʼ ὅπερ ἤδεισαν ἀνανεούμενοι, οἱ δὲ χρῄζυντες τῆς τῶν ἀγνοουμένων μαθήσεως οὐκέτι. Εἰ οὖν οὔτε τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, δῆλον ὡς οὐδέ μάθημα, οὐδέ ὁ μαθήματος προεστώς. ἀλλʼ ἐπεὶ οὐ καθολικὴν μόνον πρὸς πάντας τοὺς μαθηματικοὺς ὑπεσχόμεθα ποιήσασθαι τὴν ἀντίρρησιν ἀλλὰ καὶ εἰδικω- τέραν πρὸς ἕκαστον, ὑποτιθέμενοι τὸ εἶναί τι μάθημα καὶ δυνατὴν ὑπάρχειν τὴν μάθησιν, σκοπῶμεν εἰ καὶ τὸ ἑκάστου μαθήματος ἐπάγγελμα δυνατόν ἐστι, λαμβάνον- τες πρὸς τοὺς ἐλέγχους μὴ πάντα τὰ παρὰ τοῖς ἐλεγχομέ- νοις λεγόμενα (τοῦτο γὰρ σὺν τῷ περισκελές καὶ ἀμέθοδον § 36 v. ad 35 || 37 ~ M XI 241 PH III 267 || 38 PH III 268 || 38—39 ∼M X I 242—243 tit. μεταθέσεως AB V || 1 ἐνεργεία NLED AB V || 2 ἐνέργεια N ϛ. sed ἐνεῥγεια V | τῶν om. C δεικτικῶν ED Α BC: in marg. γρ δεικτικῶν V R || 3 δεικτικὸν A | τὸ δὲ φαινόμενον om. D || 4 τὸ δέ κοινῶς πάσι ληπτὸν om. ϛ || 5 ἐνέργεια N: ἐνεργεία AD: ἐνερ- γεία V || 6 post σημαίνει 1 add. τι Bekk. || 7 σημαίνει τι ϛ Bekk. 9 πάντων om. A || 20 ἰδικώτερον N | | 22 ὑπάρχην L || 23 ἐστι om. N || 25 περισκελὲς scripsi: περισκελεῖ G: trad. def. Da Vogel εἷναι τάχα καὶ ἀδύνατόν ἐστι), μήτε δʼ ἐκ πάντων τὰ ὁποιαοῦν (τοῦτο γὰρ ἴσως οὐδὲ καθικνεῖται αὐτῶν), ἀλλὰ τὰ ὧν ἀναιρουμένων συναναιρεῖται πάντα. καὶ ὃν τρόπον οἱ πόλιν λαβεῖν σπεύδοντες ἐκείνων μάλιστα ἐγκρατεῖς γίνεσθαι σπουδάζουσιν ὧν ἁλόντων καὶ ἡ πόλις ἑάλωκεν, οἷον τείχη καθαιροῦντες ἢ στόλον ἐμπιπράντες ἢ τὰς εἰς τὸ ζῆν ἀφορμὰς ἀποκλείοντες, οὕτω καὶ ἡμεῖς τοῖς ἀπὸ τῶν μαθημάτων διαγωνιζόμενοι τὸ αὐτὸ πειράζωμεν ἐξ ὧν αὐτοῖς σώζεται τὰ πάντα, οἷον ἢ ἀρχὰς ἢ τὰς ἐκ τῶν ἀρχῶν καθολικὰς μεθόδους ἢ τὰ τέλη ἐν τούτοις γὰρ ἢ ἐκ τούτων συνίσταται πᾶν μάθημα. ΠΡΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥΣ