<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" n="31"><label>Περὶ τοῦ διδάσκοντος καὶ μανθάνοντος</label><p> Εἰ γὰρ ἔστι τις τούτων, ἤτοι ὁ ἄτεχνος τὸν ὁμοίως <lb n="20"/>
ἄτεχνον διδάξει ἢ ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην ἢ ὁ
<lb n="25"/> ἄτεχνος τὸν τεχνίτην ἢ ἀνάπαλιν. οὔτε δέ ὁ ἄτεχνος τὸν
ἄτεχνον δύναται διδάσκειν, ὡς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν
ὁδηγεῖν, οὔτε ὁ τεχνίτης τὸν ὁμοίως τεχνίτην οὐδέτερος
γὰρ αὐτῶν ἐδεῖτο μαθήσεως, καὶ οὐ μιᾶλλον οὗτος ἐκείνου <lb n="25"/>
<note type="footnote">§ 29 infr. ∼ M XI 232, cf. PH III 253 ||30—34 ∼ M XI 233 — 238||
31—32 ∼  PH III 259</note>
<note type="footnote">9 διδακτόν ἐστιν om. A || 11 ὑπεμνήκμιασι (?) ex ὑπεμνήσαμεν
correctum L || 13 τε ELD ϛ: δὲ N | ἤτοι N ELD: ἢ ϛ || 17. 18 〈οὐκ -
διδασκόμενον 〉 add. Heintz. || 20 ᾗ — ἐστιν del. Bekk. sec. Herve-
tum ||21 δʼ οὗ Bekk.: οὗν VC: γοῦν cett. | ἑκατέρου ELD ϛ; ἑκά-
στου N || 27 τὸν ὁμοίως Heintz, Bury; ὁμοίως τὸν G | οὐδέτερον D
</note>

<pb n="9"/>
<lb n="605"/>
ἢ ἐκεῖνος τούτου χρείαν ἔχει πρὸς τὸ μανθάνειν, τοῖς ἴσοις
περιουσιαζόμενοι.</p></div><div type="textpart" subtype="section" n="32"><p rend="merge"> οὔτε ὁ ἄτεχνος τὸν τεχνίτην· ὅμοιον γὰρ 
ὡς εἴ τις λέγοι τὸν βλέποντα ὑπὸ τοῦ πεπηρωμένου ὁδη-
γεῖσθαι. καὶ γὰρ ὁ ἄτεχνος πρὸς τὰ τεχνικὰ τῶν θεω-
<lb n="30"/> ρημάτων πεπηρωμένος οὐκ ἂν δύναιτό τινα διδάσκειν ἂ <lb n="5"/>
μηδὲ τὴν ἀρχὴν οἶδεν, καὶ ὁ τεχνίτης διαβλέπων ἐν τοῖς
τεχνικοῖς θεωρήμασι καὶ γνῶσιν αὐτῶν ἐσχηκὼς οὐ δεή-
<lb n="606"/> σεται τοῦ διδάξοντος.</p></div><div type="textpart" subtype="section" n="33"><p rend="merge"> λείπεται οὖν τὸν τεχνίτην τοῦ 
ἀτέχνου διδάσκαλον εἶναι λέγειν. ὃ τῶν προτέρων ἐστὶν
ἀτοπώτερον· ὅ τε γὰρ τεχνίτης συνηπόρηται ἡμῖν τοῖς <lb n="10"/>
τῆς τέχνης θεωρήμασιν ἐν τῷ σκεπτικῷ τόπῳ (PH) III
<lb n="5"/> 259), ὅ τε ἄτεχνος οὔτε ὅτε ἐστὶν ἄτεχνος δύναται γενέ-
σθαι τεχνίτης, οὔτε ὅτε ἐστὶ τεχνίτης ἔτι γίνεται τεχνίτης
ἀλλʼ ἔστιν.</p></div><div type="textpart" subtype="section" n="34"><p rend="merge"> ἄτεχνος μὲν γὰρ ὢν ὅμοιός ἐστι τῷ ἐκ 
γενετῆς τυφλῷ ἢ κωφῷ, καὶ ὃν τρόπον οὗτος οὐδέποτε <lb n="15"/>
ἢ εἰς χρωμάτων εἰς φωνῶν ἐλθεῖν ἔννοιαν πέφυκεν,
οὕτως οὐδὲ ὁ ἄτεχνος, ἐφʼ ὅσον ἐστὶν ἄτεχνος, τετυ-
<lb n="10"/> φλωμένος καὶ κεκωφωμένος πρὸς τὰ τεχνικὰ θεωρή-
ματα οὔτε ἰδεῖν οὔτε ἀκοῦσαί τι τούτων οἷός τε ἐστίν
τεχνίτης δὲ γενόμενος οὐκέτι διδάσκεται ἄλλὰ δεδί- <lb n="20"/>
δακται.</p></div><div type="textpart" subtype="section" n="35"><p rend="merge">Μετακτέον δέ τὰς ἀπορίας ἐκ τῶν περὶ μεταβολῆς καὶ
πάθους γενέσεως τε καὶ φθορᾶς προεγκεχειρισμένων
<lb n="15"/> ἡμῖν ἐν ταῖς πρὸς τοὺς φυσικοὺς ἀντιρρήσεσι (M IX 195
et X 310). τὰ δέ νῦν συγχωρήσαντες τοῖς ἀπὸ τῶν μα- <lb n="25"/>
θημάτων εἶναί τι τὸ διδασκόμενον πρᾶγμα καὶ εἶναί
τινα τὸν ὑφηγούμενον, ὡσαύτως δέ καὶ τὸν μιανθά-
νοντα, τὸ μετὰ τοῦτο ἀπαιτῶμεν τὸν τρόπον τῆς μα-
θήσεως.</p><note type="footnote">§ 35—36 ∼M XI 239— 240 ∼ ΡH III 265— 266</note><note type="footnote">1 ὁμοίως D ||11 τῆς om. N | τόπῳ om. ϛ || 12 ὅτε ante ἄτεχ-
νος ELDϛ; οὔτε N || 16 φωνῆς ϛ | ἐλθεῖν ἔννοιαν N: ἔννοιαν ἐλ-
θεῖν cett. || 17 ἐστιν ἄτεχνος ἐφʼ ὅσον ED || 20 δὲ N. ci. Bekk.
τε cett. || 23 προεγκεχειρισμένων N ED: προεγκεχειρησμένων L:
προεγκεχεὶρημένων ϛ edd.
</note></div></div></div></body></text></TEI>