<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" n="26"><p rend="merge">Ἀλλὰ περὶ μὲν τῆς τοῦ σώματος νοήσεως τε καὶ ὑπο-
στάσεως ἐν τοῖς σκεπτικοῖς (PH III 38 sq.) ὑπεμνήσαμεν
ἀκριβέστερον· νυνὶ δὲ ἀποστάντες τούτων τῶν ἐλέγχων
<lb n="10"/> ἐκεῖνο λέγωμεν ὅτι τῶν σωμάτων κατὰ τὸ ἀνωτάτω <lb n="10"/>
διττή τίς ἐστι διαφορά· τὰ μέν γὰρ αὐτῶν αἰσθητὰ καθ-
έστηκε τὰ δὲ νοητά. καὶ εἰ τὸ διδασκόμενόν ἐστι σῶμα.
πάντως ἤτοι νοητόν ἐστιν ἢ αἰσθητόν.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="merge"> ἀλλʼ οὔτε αἰσθητὸν 
εἶναι δύναται διὰ τὸ πᾶσιν ἐπʼ ἴσης ὀφείλειν φαίνεσθαι
<lb n="15"/> καὶ πρόδηλον ὑπάρχειν, οὔτε νοητὸν διὰ τὸ ἀδηλεῖσθαι <lb n="15"/>
καὶ οὐτὸ τοῦτο ἀνεπικρίτως διαφωνεῖσθσι παρὰ πᾶσι
τοῖς φιλοσόφοις, τῶν μέν ἄτομον τοῦτο λεγόντων ὑπ-
άρχειν τῶν δὲ τμητόν, καὶ τῶν τμητὸν φαμένων εἶνσι
ἐνίων μέν εἰς ἄπειρον τέμμινεσθαι τοῦτο ἀξιούντων, ἐνίων
<lb n="20"/> δὲ εἰς ἐλάχιστον καὶ ἀμερὲς καταλήγειν. οὐκ ἄρα δι- <lb n="20"/>
δακτόν ἐστι τὸ σῶμα.</p><p>Καὶ μὴν οὐδὲ τὸ ἀσώματον.</p></div><div type="textpart" subtype="section" n="28"><p rend="merge"> πᾶν γὰρ καὶ ὁποῖον ἄν 
τις ἀσώματον λέγῃ διδάσκεσθαι, ἐάν τε τὴν Πλατωνικὴν
ἰδέαν, ἐάν τε τὸ παρὰ τοῖς Στωικοῖς λεκτόν, ἐάν τε
<lb n="25"/> τόπον ἢ κενὸν ἢ χρόνον ἢ ἄλλο τι τῶν τοιούτων, ἵνα <lb n="25"/>
μηδὲν προπετές περὶ τῆς ὑποστάσεως αὐτῶν λέγωμεν,
μηδʼ ἑτέρας σκέψεις ἐν ἑτέραις διεξοδεύωμεν παριστάντες
τὸ ἀνυπόστατον ἑκάστου, [ὃ] προδήλως μέν ἐπιζητεῖται
καὶ (Homeri vita Ηerodotea § 11)</p><lb n="30"/><p> ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ <lb n="30"/>
ζητήσεται παρὰ τοῖς δογματικοῖς, τῶν μέν εἶναι ταῦτα
<note type="footnote">§ 28—27 ∼ M XI 229 || 28—29 ∼M X 230— 231</note>
<note type="footnote">4 ἐπίνοια L || 9 ἐλέγκων B || 16 post καὶ add. διʼ Bekk. |
ἀνυποκρίτως N || 22 σώματον D || 23 λέγει ND: λέγειν C ||
24 τοῖς om. A || 37 ἐν G: ἐφʼ Bury || 28 ὃ del. Bekk.: anacoluthum
tolerat Harder || 30 δένδρα NL</note>

<pb n="8"/>
<lb n="604"/>
διαβεβαιουμένων, τῶν δὲ μὴ εἶναι, τῶν δὲ ἐπεχόντων· τὸ
δὲ τὰ ἔτι ἐπίδικα καὶ ἐν μετεώροις ἀμφισβητήσεσι κεί-
μενα | ὡς σύμφωrα καὶ ὁμόλογα διδάσκεσθαι λέγειν τῶν <lb n="605"/>
ἀτόπων ἐστίν.</p></div><div type="textpart" subtype="section" n="29"><p> Εἰ οὖν τῶν ὄντων τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώ-
<lb n="6"/> ματα, δέδεικται δὲ οὐδέτερα τούτων διδασκόμενα, οὐδὲν
διδάσκεται.</p><lb n="5"/><p>Ἐπιχειρητέον δὲ καὶ οὕτως. εἰ διδάσκεταί τι, ἤτοι
ἀληθές ἐστιν ἢ ψεῦδος. οὔτε δὲ ψεῦδος διδακετόν ἐστιν,
<lb n="10"/> ὡς αὐτόθεν ὁμόλογον, οὔτε ἀληθές τὸ γὰρ ἀληθὲς ἄπο-
ρον, ὡς ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δέδεικται, καὶ τῶν
 ἀπόρων οὐκ ἔστι μάθησις. </p></div><div type="textpart" subtype="section" n="30"><p rend="merge">οὐκ ἄρα ἔστι τι τὸ διδασκό- <lb n="10"/>
μενον. καθόλου τε, εἰ διδάσκεταί τι, ἤτοι τεχνικόν ἐστιν
ἢ ἄτεχνον. καὶ ἄτεχνον μὲν ὄν οὐκ ἔστι διδακτόν, τεχνι-
<lb n="15"/> κὸν δέ εἴπερ καθέστηκεν, αὐτόθεν μὲν φαινόμενον οὔτι
τεχνικόν ἐστιν οὕτε διδακτόν, ἄδηλον δέ καθεστὼς διὰ
τὸ ἀδηλεῖσθαι πάλιν ἐστὶν ἀδίδακτον. 〈οὐκ ἄρα ἔστι τι <lb n="15"/>
τὸ διδασκόμενον.〉</p><p>Ὧι συναναιρεῖται καὶ ὁ διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ
<lb n="20"/> διδάξει [ᾗ ἄδηλόν ἐστιν ], ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν
ὅ μάθῃ. ὅμως δʼ οὖν καὶ περὶ ἑκατέρου τούτων κατʼ
ἰδίαν ἐπελθόντες ἀπορήσομεν.</p></div></div></div></body></text></TEI>