<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="section" n="21"><p rend="merge">εἰ γὰρ σύνοδός ἐστι κατὰ ἀθροισμὸν μεγέθους
καὶ σχήματος καὶ ἀντιτυπίας τὸ σῶμα, ὥς φησιν Ἐπί-
<lb n="5"/> κουρος (cf. fr. 275 Us.), ἢ τὸ τριχῇ διαστατόν, τουτέστι τὸ
ἐκ μήκους καὶ πλάτους καὶ βάθους, καθάπερ οἱ μαθη- <lb n="10"/>
ματικοὶ λέγουσιν, ἢ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας,
ὡς πάλιν ὁ Ἐπίκουρος, ἵνα τούτῳ διορίζῃ τοῦ κενοῦ
 ἢ ὄγκος ἀντίτυπος, ὡς ἄλλοι, ὅπως δʼ ἂν ἔχῃ, </p></div><div type="textpart" subtype="section" n="22"><p rend="merge">ἐπεὶ
<lb n="10"/> κατὰ σύνοδον πολλῶν ἰδιωμάτων νοεῖται, ἡ δέ πλειόνων
ἐπισύνθεσις οὐχ ἁπλῆς τινος καὶ ἀλόγου αἰσθήσεώς ἐστιν <lb n="15"/>
ἔργον ἀλλὰ λογικῆς διανοίας [εἰ δὲ λογικῆς διανοίας], οὐκ
 ἔσται τῶν αἰσθητῶν τὸ σῶμα. </p></div><div type="textpart" subtype="section" n="23"><p rend="merge">κἂν αἰσθητὸν δὲ[ πάλιν ]αὐτὸ
ὑποθώμεθα, πάλιν ἐστὶν ἀδίδακτον. τὸ γὰρ αἰσθητὸν
<lb n="15"/> πάλιν, ᾖ αἰσθητόν ἐστιν, οὐ διδάσκεται· οὐδεὶς γὰρ λευ-
κὸν ὁρᾶν μανθάνει, οὐδὲ γλυκέος γεύεσθαι, οὐδὲ θερμοῦ <lb n="20"/>
ἅπτεσθαι, οὐκ εὐώδους ὀσφραίνεσθαι, ἀλλʼ ἔστι ταῦτα
 τῶν ἀδιδάκτων καὶ φυσικῶς ἡμῖν προσόντων. </p></div><div type="textpart" subtype="section" n="24"><p rend="merge">λείπεται
οὖν νοητόν τε λέγειν τὸ σῶμα καὶ ταύτῃ διδακτόν. ὅπως
<lb n="20"/> δʼ ἂν ἀληθὲς εἴη, σκοπῶμεν. εἴ γὰρ μήτε μῆκός ἐστι κατ’
ἰδίαν τὸ σῶμα μήτε πλάτος ἢ βάθος, τὸ δέ ἐξ ἀπάντων <lb n="25"/>
νοούμενον, ἀνάγκη πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ
αὐτῶν συστὰν ἀσώματον νοεῖν καὶ οὐ σῶμα, διὰ δέ τοῦτο
 καὶ ἀδίδακτον, </p></div><div type="textpart" subtype="section" n="25"><p rend="merge">πρὸς τῷ τὸν νοοῦντα τὸ ἐκ τούτων συν-
<lb n="25"/> εστὼς σῶμα πρότερον ὀφείλειν αὐτὰ ταῦτα νοεῖν, ἵνα
κἀκεῖνο δυνατὸν ᾖ νοεῖν. ἢ γὰρ περιπτωτικῶς αὐτὰ <lb n="30"/>
νοήσει κατὰ μετάβασιν ἀπὸ περιπτώσεως. οὔε δέ περι-
πτωτικῶς· ἀσώματα γάρ ἐστι, καὶ τῶν ἀσωμάτων οὐκ
<note type="footnote">§ 21— 22 ∼ M XI 226 || 23 ∼ M XI 227 || 24 ∼ M XI 228</note>
<note type="footnote">1 οὐδὲ Bekk.: οὔτε G || 8 ὁ om. ϛ || 8 τὸ κενόν G: ci. Heintz
De Vogel: an τοῦτον... 〈καὶ〉 τὸ κενόν ? ||9 ἔχοι ϛ || 12 εἰ – διανοίας
del. Heintz || 13 πῖλιν del. Bekk. || 15 ᾐ ELD ϛ ὧ N || 17 ἑβώ.
δους D (similia frequenter) schol. mutil. in sup. marg. L |ἀσφρέ-
νεσθαι D (similia frequenter) || 20 μήτι N || 24 πρὸς τῶν N | συνε-
στὸς ED || 26 κἀκεῖνο L (?) Bekk.: κἀκεῖνα cett. δονατὸς dub.
Bekk. Bury post νοεῖν an addendum sit 〈ἀλλʼ οὐ δύναται ταῦτα
νοεῖν〉 dub. Bekk., add. Bury G:
</note>

<pb n="7"/>
<lb n="603"/>
<lb n="604"/> ἀντιλαμβανόμεθα περι|πτωτικῶς, ἀεὶ κατὰ θίξιν γινομέ-
νης τῆς περὶ τὴν αἴσθησιν ἀντιλήψεως. καὶ μὴν οὐδὲ κατὰ
μετάβασιν ἀπὸ περιπτώσεως, τῷ μηδὲν ἔχειν αἰσθητὸν
ἀφʼ οὗ μετιών τις ποιήσεται τούτων ἐπίνοιαν. τοίνυν
<lb n="5"/> οὐδὲ τὰ ἐξ ὧν τὸ σῶμα νοεῖν δυνάμενοι πάντως οὐδέ <lb n="5"/>
διδάσκειν τοῦτο ἰσχύσομεν.</p></div></div></div></body></text></TEI>