οὐ τοίνυν τὸ οὔτι διδάσκεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν καὶ τὸ τὶ τῶν ἀδιδάκτων γενήσεται· εἰ γὰρ διὰ τοῦτο διδακτὸν ἔσται ὅτι ἔστιν, οὐδὲν ἀδίδακτον ἔσται, ᾧ ἕπεται τὸ μηδὲν εἶναι διδακτόν. καὶ μὴν εἰ διδάσκεται 〈τὸ〉 τί, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν. ἀλλὰ διὰ μέν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι ἀν- υπόστατα γάρ ἐστι τῇ διανοία ταῦτα κατὰ τούς ἀπὸ τῆς στοᾶς (fr. II 330 Arn.). λείπεται οὖν διὰ τῶν τινῶν γίνεσθαι τὴν μάθησιν. ὃ πάλιν ἄπορόν ἐστιν· ὥσπερ γὰρ αὐτὸ τὸ διδασκόμενον κατὰ τοῦτο διδάσκεται καθὸ τί ἐστιν, οὕτως ἐπεὶ καὶ τὰ ἐξ ὧν ἡ μάθησις τινά ἐστι, 〈πάντα〉 γενήσεται διδακτά. καὶ ταύτῃ μηδενὸς ὄντος 〈ἀ 〉διδάκτου ἀναιρεῖται ἡ μάθησις. Ἄλλως τε, ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δεήσει τὰ διδασκόμενα τινὰ ὄντα ἤτοι σώ- ματα εἶναι ἀσώματα· οὔτε δέ σώματα δύναται ὑπ- άρχειν οὔτε ἀσώματα, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τινὰ διδασκόμενα. Περὶ σώματος Τὸ μὲν οὖν σῶμα, καὶ μιάλιστα κατὰ τοὺς Στωικούς (cf. fr. II 170 Arn.), οὐκ ἄν εἴη τῶν διδακτῶν δεῖ γὰρ τὰ διδασκόμενα λεκτὰ τυγχάνειν, τὰ δέ σώματα οὐκ ἔστι λεκτά, διόπερ οὐ διδάσκεται. εἴπερ δέ τὰ σώματα μήτε § 19—20 M XI 224—225, cf. PH III 255 2 οὐ τί ὂν bis N: οὐ τί LE: οὐ τί cett. || 3 〈τὸ〉 dub. Bekk. add. Bury || 9 ὅτι〈τὶ〉ἔστιν Heintz Bury || 10 〈τὸ 〉 add. Heintz 11 διδαχθήσεται — 12 οὐτινῶν om. N. suppl. signo apposito in marg. || 12 μὲν διὰ VC || 18 〈πάντα〉 addidi || 19 ἀδιδάκτου Heintz Bury: διδακτοῦ G || 22 δύναντα N || 28 δέ G: τε dub Bekkr. αἰσθητά ἐστι μήτε νοητά, δῆλον ὡς οὐδὲ διδακτὰ γενήσε- ται. αἰσθητὰ μὲν οὖν οὐκ ἔστιν, ὡς ἐκ τῆς ἐννοίας αὐτῶν συμφανές.