Τὴν πρὸς τοὺς ἀπὸ τῶν μαθημάτων ἀντίρρησιν κοινό- τερον μὲν διατεθεῖσθαι δοκοῦσιν οἵ τε περὶ τὸν Ἐπίκου- ρον (fr. 227 Us.) καὶ οἱ ἀπὸ τοῦ Πύρρωνος, οὐκ ἀπὸ τῆς αὐτῆς δέ διαθέσεως, ἀλλʼ οἱ μὲν περὶ τὸν Ἐπίκουρον ὡς τῶν μαθημάτων μηδέν συνεργούντων πρὸς σοφίας τελεί- ωσιν, ἤ, ὥς τινες εἰκάζουσι, τοῦτο προκάλυμμα τῆς ἑαυ- τῶν ἀταιδευσίας εἶναι νομίζοντες (ἐν πολλοῖς γὰρ ἀμα- θὴς Ἐπίκουρος (p. 89, 30 Us.) ἐλέγχεται, οὐδὲ ἐν ταῖς κοιναῖς ὁμιλίαις καθαρεύων), τάχα δέ καὶ διὰ τὴν πρὸς τοὺς περὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ τοὺς ὁμοίους δυσμένειαν πολυμιαθεῖς γεγονότας· οὐκ ἀπέοικε δέ καὶ διὰ τὴν πρὸς Ναυσιφάνην (A 7 Diels) τὸν Πύρρωνος ἀκουστὴν ἔχθραν· πολλοὺς γὰρ τῶν νέων συνεῖχε καὶ τῶν μαθημάτων σπουδαίως ἐπεμελεῖτο, μάλιστα δέ ῥη- τορικῆς· γενόμενος οὖν τούτου μαθητὴς ὁ Ἐπίκουρος ὑπὲρ τοῦ δοκεῖν αὐτοδίδακτος εἶναι καὶ αὐτοφυὴς φιλό- σοφος ἠρνεῖτο ἐκ παντὸς τρόπου, τήν τε περὶ αὐτοῦ φήμην ἐξαλείφειν ἔσπευδε, πολύς τε ἐγίνετο τῶν μαθη- μάτων κατήγορος, ἐν οἷς ἐκεῖνος ἐσεμνύνετο. φησὶ (fr. 114 Us.) γοῦν ἐν τῇ πρὸς τούς ἐν Μυτιλήνῃ φιλο- σόφους ἐπιστολῇ ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων σέξτου ἐμπειρικοῦ ὑπομνημάτων τὸ πρῶτον πρὸς τοὺς μαθημα- τικούς tit. N || 1 ἀντέρησιν N || 2 διατίθεσθαι N || 4 δέ om. LVr | ἀλλʼ εἰ μὲν NL: ἀλλὁς μὲν D || 6 εἰσάξουσι N || 7 πολ- λῆς L || 7.8 ἐπίκουρος ἀμαθὴς ED || 9 καθαίρων N | διὰ. τὸν VC || 10 ὁμοίως D || 12 ναυσιφάνη NELVr: ναισιφάνη D πύρρων N || 13 ἐχθρὸν N || 16 ὑπέρ τὸ D | φιλόσοφος om. Crönert (lapsu ca- lami ?) || 18 ἔσπουδε L | πολὺς οὖν ἐγένετο N || 20 μυτυλήνη N: μιτυ- λήνη LEABV RVr || 21 τοὺςἐξαριστόνους(?) N || 22 δοξάζειν Crönert | πνεύμονος A B: πλεύμονος R | μεικίων D τινῶν κραιπαλώντων ἀκούσαντα ʼ, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκο | πὴν λέγων ‘καὶ γὰρ πονηῥὸς ἄνθρωπος ἧν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖνʼ, αἰνισσόμενος τὰ μαθήματα. πλὴν ὁ μὲν Ἐπίκου- ρος, ὡς ἄν τις εἰκοβολῶν εἴποι, ἀπὸ τοιούτων τινῶν ἀφορμῶν πολεμεῖν τοῖς μαθήμασιν ἠξίου, οἱ δέ ἀπὸ Πύρρωνος οὔτε διὰ τὸ μηδέν συνεργεῖν αὐτὰ πρὸς σοφίαν, δογματικὸς γὰρ ὁ λόγος, οὔτε διὰ τὴν προσοῦσαν αὐτοῖς ἀπαιδευσίαν· σὺν γὰρ τῷ πεπαιδεῦσθαι καὶ πολυπειροτέ- ρους παρὰ τοὺς ἄλλους ὑπάρχειν φιλοσόφους ἔτι καὶ 〈ἀ〉διαφόρως ἔχουσι πρὸς τὴν παρὰ τοῖς πολλοῖς δόξαν·