Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων· α’ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν β’ περὶ τῶν λόγων τῆς σκέψεως γ’ περὶ τῶν ὀνομασιῶν αὐτῆς δ’ τίς ἔννοια σκέψεως ἑ περὶ τοῦ σκεπτικοῦ s' περὶ τῶν ἀρχῶν αὐτῆς ζ’ εἰ δογματίζει ὁ σκεπτικός ἡ εἰ αἵρεσιν ἔχει θ’ εἰ φυσιολογεῖ ἴ’ εἰ ἀναιρεῖ τὰ φαινόμενα ία περὶ τοῦ κριτηρίου τῆς σκέψεως ιβ’ περὶ τοῦ τέλους αὐτῆς ιγ’ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως ιδ’ περὶ τῶν δέκα τρόπων ιε' περὶ τῶν πέντε τρόπων ις’ περὶ τῶν δύο τρόπων ιζ’ τίνες τρόποι <τῆς> τῶν αἰτιολογικῶν ἴη περὶ τῶν σκεπτικῶν φωνῶν ιθ’ περὶ τῆς ‘οὐ μᾶλλον᾿ <φωνῆς> κ’ περὶ ἀφασίας κα' περὶ τοῦ ‘τάχα’ καὶ τοῦ ‘ἒξεστι’· καὶ τοῦ ‘ἐνδέχεται’ κβ’ περὶ τοῦ ‘ἐπέχω’ Argiimentum primi libri in codicibus misere foedatum correxi secundum titulos 3 διανωτάτω G 15 ὁλοσχερῶς L 19 τίνες τρόποι τῶν αἰτιολογουμένων ἀνατροπῆς G 21 περὶ τοῦ οὐδὲν μᾶλλον G || φωνῆς addidi 23 περὶ τοῦ ἔξεστι καὶ τοῦ τάχα G κγ΄ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾿ κδ΄ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα’ κε΄ περὶ τοῦ ῾πάντα ἐστὶν ἀκατάληπτα᾿ κζ΄ περὶ τοῦ ῾ἀκαταληπτῶ᾿ <καἲ ῾οὐ καταλαμβάνω>᾿ κζ΄ περὶ τοῦ ῾παντὶ <λόγῳ λόγον ἲσον ἀντικεῖσθαι >᾿ κη΄ παραπήγματα περὶ τῶν σκεπτικῶν φωνῶν κθ΄ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν λ΄ εἰ διαφέρειἡ Δημοκρέτειος αἵρεσις τῆς σκέψεως λα΄ εἰ διαφέρει ἡ Κυρηναϊκὴ τῆς σκέψεως λβ΄ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως λγ΄ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις λδ΄ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει α΄ περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν. Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν ζητήσεως. διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζητουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν, οἱ δ᾿ ἀπεφήναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι, οἱ δὲ ἔτι ζητοῦσιν. καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι δογματικοί, οἶον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές, ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἂλλοι Ἀκαδημαïκοί, ζητοῦσι δὲ οἱ σκεπτικοί. ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι, δογματικὴ Ἀκαδημαïκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν, περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπωτικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν, ἐκεῖνο προειπόντες, ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως καθάπερ λέγομεν, ἀλλὰ κατὰ τὸ νῦν φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου. Argum. 3 καταληπτά G 4 καὶ οὐ κατ. om. G 5 λόγῳ — ἀντικεῖσθαι om. G 6 τῆς σκεπτικῆς φωνῆς G 11 ὁ πρωταγόρειος τῆς σκέψεως εἰ διαφέρει ἡ scr.: ὁ G 13 τὴν om. B Textus 13 ὑποτυπωτικῶς om. T 14 προειπόντες Τ (predicentes): προσειπ’. G β’ περὶ τῶν λόγων τῆς σκέψεως.