Ἀρχῆν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι 21 τῷ Fabr. : τῶν Gr: τὸ Gen. 23 post φαινόμενα add. ἢ EAB 24 post νοούμενα add ἢ AB 26 ἢ—τρόπον om. EAB || τε EAB: om. LM 30 ἀπόφασις καὶ κατάφασις L 3 ἡ MEAB: τῆ L 9 οἱ γὰρ MEAB: οἱ μὲν L 11 μᾶλλον χρῆ Μ καὶ τί ψεῦδος, ὧς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσοντες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου καταπαντὶ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν.