Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τἀς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν· εἰδικὸς δὲ ἐν ᾡ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγομεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου, ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς ὀνομάτων. γ’ Περὶ τῶν ὀνομασιῶν τῆς σκεπτικῆς. Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι, καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους, καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παντὸς ἀπορεῖν καὶ ζητεῖν, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ τοῦ ἀμηχανεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν, καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα σωματικώτερον καὶ ἐπιφανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει. δ’ Τί ἐστι σκέψις. Ἒστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶατον 15a εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν. ‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε- § 7 ~ Diog. Laert. IX 69. 70. 1 πρῶτον LM: πρώτου EAB 6 τῶν σκεπτομένων Gen. 7 γινομένου LM: γενομένου EAB || γιν. πάθ’. om. T 10 τὸν om. Gen. 11 προσελ. LM: προελ. 13/14 τρόπον MEAB: τρόπων L ρίεργον ἀλλ’ ἀπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντ’ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἴνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὧς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἴνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἴνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν.