Τούτοις ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ τέλους τῆς σκεπτικῆς ἀγωγῆς διεξελθεῖν. ἔστι μὲν οὖν τέλος τὸ οὗ χάριν πάντα πράττεται ἢ θεωρεῖται, αὐτὸ δὲ οὐδενὸς ἓνεκα, ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν. φαμὲν δὲ ἄχρι νῦν τέλος εἶναι τοῦ σκεπτικοῦ τὴν ἐν τοῖς κατὰ δόξαν ἀταραξίαν καὶ ἐν τοῖς κατηναγκασμένοις μετριοπάθειαν. ἀρξάμενος γὰρ φιλοσοφεῖν ὑπὲρ τοῦ τἀς φαντασίας ἐπικρῖναι καὶ καταλαβεῖν, τίνες μέν εἰσιν ἀληθεῖς τίνες δὲ ψευδεῖς, ὥστε ἀταρακτῆσαι, ἐνέπεσεν εἰς τὴν ἰσοσθενῆ διαφωνίαν, ἣν ἐπικρῖναι μὴ δυνάμενος ἐπέσχεν· ἐπισχόντι δὲ αὐτῷ τυχικῶς παρηκολούθησεν ἡ ἐν τοῖς δοξαστοῖς ἀταραξία. ὁ μὲν γὰρ δοξάζων τι καλὸν τῇ φύσει ἢ κακὸν εἶναι ταράσσεται διὰ παντός· καὶ ὅτε μὴ πάρεστιν αὐτῷ τὰ καλὰ εἶναι δοκοῦντα, §§ 25–27 ~ III 235–237 31 ἀμφισβητήσει Τ (dubitabit): ἀμφισβητεῖ G 2 αὕτη ἡ βιωτικὴ LM: ἡ βιωτικὴ αὕτη E: ἐν βιωτικὴ αὕτη (sic) AB 3 μέντοι EAB 7 ὁδηγεῖ ἡμᾶς M 14 διεξελθεῖν LM: διελθεῖν EAB ὑπό τε τῶν φύσει κακῶν νομίζει ποινηλατεῖσθαι καὶ διώκει τὰ ἀγαθά, ὧς οἴεται· ἅπερ κτησάμενος πλείοσι ταραχαῖς περιπίπτει, διά τε τὸ παρὰ λόγον καὶ ἀμέτρως ἐπαίρεσθαι καὶ φοβούμενος τὴν μεταβολὴν πάντα πράσσει, ἴνα μὴ ἀποβάλῃ τὰ ἀγαθὰ αὐτῷ δοκοῦντα εἶναι. ὁ δὲ ἀοριστῶν περὶ τῶν πρὸς τὴν φύσιν καλῶν ἢ κακῶν οὔτε φεύγει τι οὔτε διώκει συντόνως· διόπερ ἀταρακτεῖ. ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζωγράφου λέγεται, τοῦτο ὑπῆρξε τῷ σκεπτικῷ. φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὧς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ἀπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι· τὴν δὲ προσαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα. καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι, μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον· ἐπισχοῦσι δὲ αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία παρηκολούθησεν ὧς σκιὰ σώματι. οὐ μὴν ἀόχλητον πάντῃ τὸν σκεπτικὸν εἶναι νομίζομεν, ἀλλ’ ὀχλεῖσθαί φαμεν ὑπὸ τῶν κατηναγκασμένων· καὶ γὰρ ῥιγοῦν ποτε ὁμολογοῦμεν καὶ διψῆν καὶ τοιουτότροπά τινα πάσχειν.