οἶον φαίνεται <μὲν> ἡμῖν γλυκάζειν τὸ μέλι (τοῦτο συγχωροῦμεν· γλυκαζόμεθα γὰρ αἰσθητικῶς), εἰ δὲ καὶ γλυκὺ ἔστιν ὅσον ἐπὶ τῷ λόγῳ, ζητοῦμεν· ὃ οὐκ ἔστι τὸ φαινόμενον ἀλλὰ <τὸ> περὶ τοῦ φαινομένου λεγόμενον. ἐὰν δὲ καὶ κατὰ τῶν φαινομένων ἐρωτῶμεν λόγους, οὐκ ἀναιρεῖν βουλόμενοι τὰ φαινόμενα τούτους ἐκτιθέμεθα, ἀλλ’ ἐπιδεικνύντες τὴν τῶν δογματικῶν προπέτειαν· εἰ γὰρ τοιοῦτος άπατεών ἐστιν ὁ λόγος ὥστε καὶ τὰ φαινόμενα μόνον οὐχὶ τῶν ὀφθαλμῶν ἡμῶν ὑφαρπάζειν, πῶς οὐ χρὴ ὑφορᾶσθαι αὐτὸν ἐν τοῖς ἀδήλοις, ὥστε μὴ κατακολουθοῦντας αὐτῷ προπετεύεσθαι; ία περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς. ὅτι δὲ τοῖς φαινομένοις προσέχομεν, δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς. κριτήριον δὲ λέγεται διχῶς, τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυπαρξέας λαμβανόμενον, περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν λόγῳ (= ΙΙ 14 sqq.), τό τε τοῦ πράσσειν, ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ’ οὔ, περὶ οὖ νῦν λέγομεν. κριτήριον τοίνυν φαμὲν εἶναι τῆς σκεπτικῆς ἀγωγῆς τὸ φαινόμενον, δυνάμει τὴν φαντασίαν οὕτω καλοῦντες· 1 ἀναιροῦσι om. EAB 3 παθητικὴν LMT (fantasiam passibilem) : παθητικὰ EAB 4 ἄγοντας EAB 10 μὲν addidi τὸ add. coll. v. 8 || καὶ ἄντικρυς om. T 14 τὸ φαινόμενον EAB Gen. 19 αὐτῶν L 24 οὖν EAB 26/27 λέγομεν κρτήριον εἷναι· φαμὲν εἶναι περὶ τῆς σκ. EAB 28 <αὐτοῦ> οὕτω Fabr. e codice Saviliano ἐν πείσει γὰρ καὶ ἀβουλήτῳ πάθει κειμένη ἀζήτητός ἐστιν. διὸ περὶ μὲν τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον τὸ ὑποκείμενον οὐδεὶς ἴσως ἀμφισβητήσει, περὶ δὲ τοῦ εἰ τοιοῦτον ἔστιν ὁποῖον φαίνεται ζητεῖται. τοῖς φαινομένοις οὖν προσέχοντες κατὰ τὴν βιωτικὴν τήρησιν ἀδοξάστως βιοῦμεν, ἐπεὶ μὴ δυνάμεθα ἀνενέργητοι παντάπασιν εἶναι. ἔοικε δὲ αὕτη ἡ βιωτικὴ τήρησις τετραμερὴς εἶναι καὶ τὸ μέν τι ἔχειν ἐν ὑφηγήσει φύσεως, τὸ δὲ ἐν ἀνάγκῃ παθῶν, τὸ δὲ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δὲ ἐν διδασκαλίᾳ τεχνῶν, ὑφηγήσει μὲν φυσικῇ καθ᾿ ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν, παθῶν δὲ ἀνάγκῃ καθ᾿ ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ, δίψος δ᾿ ἐπὶ πόμα, ἐθῶν δὲ καὶ νόμων παραδόσει καθ’ ἣν τὸ μὲν εὐσεβεῖν παραλαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον, τεχνῶν δὲ διδασκαλίᾳ καθ᾿ ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδοξάστως. ιβ΄ τί τὸ τέλος τῆς σκεπτικῆς.