Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός, καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα, λέγοντες τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι, τί τε κριτήριον καὶ τί τέλος, καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς, καὶ πῶς παραλαμβάνομεν τἀς σκεπτικὰς ἀποφάσεις, καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν·