‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἀπλῶς ἀντὶ τοῦ μαχινένους. ‘ἰσοσθενειαν’ δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταρακία’ δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους (§ 25 — 30) ὑπομνήσομεν. ἑ Περὶ τοῦ σκεπτικοῦ. Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκεπτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως. ς΄ Περὶ ἀρχῶν τῆς σκέψεως. Ἀρχῆν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν, καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι, ἦλθον ἐπὶ τὸ ζητεῖν, τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι 21 τῷ Fabr. : τῶν Gr: τὸ Gen. 23 post φαινόμενα add. ἢ EAB 24 post νοούμενα add ἢ AB 26 ἢ—τρόπον om. EAB || τε EAB: om. LM 30 ἀπόφασις καὶ κατάφασις L 3 ἡ MEAB: τῆ L 9 οἱ γὰρ MEAB: οἱ μὲν L 11 μᾶλλον χρῆ Μ καὶ τί ψεῦδος, ὧς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσοντες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου καταπαντὶ λήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν. ζ΄ Εἰ δογματίζει ὁ σκεπτικός. Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἡ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἷναί φασί τινες τήν τινι πράγ- ματι τῶν κατὰ τἀς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος). ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τἀς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον’ ἢ τὴν ‘οὐδὲν ὁρίζω’ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν (§ sqq.) δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὧς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τἀς φωνὰς τίθησι ταύτας οὐχ ὧς πάντως ὑπαρχούσας· ὐπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ’ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθές ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον’ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν.