<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0543.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="15"><div type="textpart" subtype="section" n="2"><p>
παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ
θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς
Συρακοσίους· λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν εἰς τὴν Μεσσήνην· αὖθις δʼ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν,
ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν.
</p></div><div type="textpart" subtype="section" n="3"><p>
ταῦτα δʼ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ
τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ
φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα
καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς
Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας·
</p></div><div type="textpart" subtype="section" n="4"><p>
ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην
εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς
πόλεις, τῶν δʼ ὑπαίθρων οὐδʼ ἀντιποιεῖσθαι τολμᾶν ἔτι· διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους
αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι
μὴ κρίνειν διὰ μάχης τὰ πράγματα·
</p></div><div type="textpart" subtype="section" n="5"><p>
τοὺς δὲ Ῥωμαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ
τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι
πολιορκεῖν.
</p></div><div type="textpart" subtype="section" n="6"><p>
ταῦτα δʼ, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης
ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται
τὸ παράπαν.
</p></div></div></div></div></body></text></TEI>