1. E Iulii Pollucis onomastico (2. 157. 158). (Vide prol. § 2.) Τῶν δὲ μέτρων ἔϲτι μέν τι καὶ δάκτυλοϲ· δοχμὴ 157 δὲ ϲυγκλειϲθέντεϲ οἱ τέτταρεϲ δάκτυλοι, καὶ δακτυλοδόχμη. τὸ δ᾿ αὐτὸ καὶ παλαιϲτὴ θηλυκῶϲ καὶ παλαιϲτὴϲ ἀρρενικῶϲ, καὶ δῶρον, καὶ ἑκκαιδεκάδωρα τὰ ἑκκαιδεκαπάλαιϲτα. τὸ δὲ ἀπὸ καρποῦ ἕωϲ ἄκρων δακτύλων, ἡ πᾶϲα χείρ, ὀρθόδωρον. εἰ δὲ τοὺϲ δακτύλουϲ ἀποτείναϲ ἀπὸ τοῦ μεγάλου πρὸϲ τὸν μικρότατον μετροῖϲ, ϲπιθαμὴ τὸ μέτρον· εἰ δὲ τὸν μέγαν 158 δάκτυλον τῷ λιχανῷ ἀντιτείναϲ, τὸ μέτρον λιχάϲ. ἀπὸ δὲ ὠλεκράνου πρὸϲ τὸν μέϲον δάκτυλον ἄκρον τὸ διάϲτημα πῆχυϲ. εἰ δὲ ϲυγκάμψειαϲ τοὺϲ δακτύλουϲ, ἀπ᾿ ἀγκῶνοϲ ἐπ᾿ αὐτοὺϲ πυγὼν τὸ μέτρον, εἰ δὲ ϲυγκλείϲειαϲ, πυγμή. εἰ δ᾿ ἄμφω τὰϲ χεῖραϲ ἐκτείνειαϲ, ὡϲ καὶ τὸ ϲτέρνον αὐταῖϲ ϲυμμετρεῖν, ὀργυιὰ καλεῖται τὸ μέτρον.