<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="6"><p> ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δʼ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέχεσθαι, καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι, καὶ πρὸς τοὺς προγόνους ,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἁμιλλᾶσθαι</foreign> Radermacher: <foreign xml:lang="grc">μιμεῖσθαι</foreign> MSS.</note> οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖσθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="7"><p> θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρώμενοι</foreign> Aldus: <foreign xml:lang="grc">χρωμένους</foreign> MSS.</note> καομένην τὴν Ἑλλάδα περιορῶσιν, ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως, καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν πρὸς τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τρόποις</foreign> Markland: <foreign xml:lang="grc">τόποις</foreign> MSS.</note> ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι, καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="8"><p rend="align(indent)">οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν ἀλλʼ οἰκείας, οὐδʼ ἀναμεῖναι, ἕως ἂν ἐπʼ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλʼ ἕως ἔτι ἔξεστι, τὴν τούτων τούτων ὕβριν κωλῦσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="9"><p> τίς γὰρ οὐκ ἂν <add>ἀγανακτήσει</add>εν ὁρῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀγανακτήσειεν ὁρῶν</foreign> Baiter: <foreign xml:lang="grc">ἐνορῶν</foreign> MSS.</note> ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν, τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία <gap reason="lost"/> 
  <milestone unit="part" n="Concl"/></p></div></div></body></text></TEI>