<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="2"><p> ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν <add>δὲ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> add. Aldus.</note> πλούτου, γνώμης δʼ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δʼ ἀκουσόμενοι· ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενήσεσθαι</foreign> Markland: <foreign xml:lang="grc">γενέσθαι</foreign> MSS.</note> τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="3"><p> ἐκεῖνος μὲν οὖν ταῦθʼ ὑφηγήσατο, ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος. ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι σοφιστῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σοφιστῶν</foreign> Markland: <foreign xml:lang="grc">σοφὰ τῶν, σοφῶν τῶν</foreign> MSS.</note> λίαν ἀχρήστων<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀχρήστων</foreign> Markland: <foreign xml:lang="grc">χρηστῶν</foreign> MSS.</note> καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν, ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα, καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. καὶ ταῦτα εἰ μὲν διʼ ἀσθένειαν ἐπάσχομεν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="4"><p> στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην· ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστα τῶν οἵων ἡμῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἵων ἡμῶν</foreign> Thalheim: <foreign xml:lang="grc">αὐτῶν</foreign> MSS.</note>; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg033.perseus-grc2" n="5"><p> ὁρῶμεν γὰρ τοὺς κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας· ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλήνων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς <add>μὲν</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> add. Reiske.</note> αὐτὸς κέκτηται, πολλὰς δʼ ὁ τύραννος τῆς Σικελίας. </p></div></div></body></text></TEI>