καθʼ ἕκαστον μὲν οὖν, ὦ ἄνδρες ἄνδρες add. Herwerden. δικασταί, πολὺ ἂν ἔργον εἴη πρὸς ὑμᾶς λογίζεσθαι· ἐπειδὴ δὲ μόλις παρʼ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη ὁ ὁ add. Herwerden. τῆς τριηραρχίας· ὁ δὲ ἔφασκεν εἶναι, καὶ ἐλθόντες οἴκαδε ηὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν.