<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="26"><p> καθʼ ἕκαστον μὲν οὖν, ὦ <add>ἄνδρες</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρες</foreign> add. Herwerden.</note> δικασταί, πολὺ ἂν ἔργον εἴη πρὸς ὑμᾶς λογίζεσθαι· ἐπειδὴ δὲ μόλις παρʼ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη <add>ὁ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> add. Herwerden.</note> τῆς τριηραρχίας· ὁ δὲ ἔφασκεν εἶναι, καὶ ἐλθόντες οἴκαδε ηὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="27"><p> οὗτος δὲ ἀπέδειξε δυοῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι, ὥστε τούτοις λελογίσθαι ὅσονπερ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται. καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν οὐδεὶς αὐτῷ σύνοιδεν ἀλλʼ αὐτὸς μόνος διεχείριζεν, ὃς ἃ διʼ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι; καί μοι ἀνάβητε τούτων μάρτυρες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="28"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ <add>ἄνδρες</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄνδρες</foreign> add. Herwerden.</note> δικασταί· ἐγὼ δʼ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι, πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω ὅσον οὐδεὶς πώποτʼ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="29"><p> μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας· ἐν ὀκτὼ αὗται ἔτεσι γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυται ἓξ τάλαντα περιόντα <del>τῶν ἑπτὰ ταλάντων</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἑπτὰ ταλάντων</foreign> del. Markland.</note> καὶ εἴκοσι μναῖ. οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ ὑπὸ λῃστῶν ἀπολωλεκὼς οὔτε ζημίαν εἰληφὼς οὔτε χρήσταις ἀποδεδωκώς.<gap reason="lost"/> </p></div></div></body></text></TEI>