εἰς δὲ τὸ μνῆμα τοῦ πατρὸς οὐκ ἀναλώσας πέντε καὶ εἴκοσι μνᾶς ἐκ πεντακισχιλίων δραχμῶν, τὸ μὲν ἥμισυ αὑτῷ τίθησι, τὸ δὲ τούτοις λελόγισται. αὑτῷ τίθησι τὸ δὲ τούτοις λελόγισται Reiske: αὐτῶν τίθησι τούτοις λελογίσθαι, λελόγισθαι MSS. εἰς Διονύσια τοίνυν, ὦ ἄνδρες δικασταί, (οὐκ ἄτοπον γάρ μοι δοκεῖ καὶ περὶ τούτου μνησθῆναι) ἑκκαίδεκα δραχμῶν ἀπέφηνεν ἐωνημένον ἀρνίον, καὶ τούτων τὰς ὀκτὼ δραχμὰς ἐλογίζετο τοῖς παισίν· ἐφʼ ᾧ ἡμεῖς οὐχ ἥκιστα ὠργίσθημεν. οὕτως, ὦ ἄνδρες, ἐν ταῖς μεγάλαις ζημίαις ἐνίοτε οὐχ ἧττον τὰ μικρὰ λυπεῖ τοὺς ἀδικουμένους· λίαν γὰρ φανερὰν τὴν πονηρίαν τῶν ἀδικούντων ἐπιδείκνυσιν.